Ἡ κατάνυξις ἡμῶν ἕως τῶν νεφελῶν φθασάτω, οἱ στεναγμοὶ ἡμῶν τοῖς οὐρανοῖς ἐγγισάτωσαν, αἱ προσευχαὶ ἡμῶν καὶ αἱ ἐλεημοσύναι ἐλθέτωσαν ἐνώπιον τοῦ Θεοῦ. Λειτουργήσωμεν αὐτῷ μετὰ πάσης ἀληθείας, μετὰ εὐλαβείας καὶ δέους· πάντα ποιήσωμεν, ἵνα ἐκεῖ μὴ μεταγνῶμεν· πάντα ὑπομείνωμεν, ἵνα καὶ τῶν ἀγαθῶν ἀπολαύσωμεν τοῦ Θεοῦ, ἵνα τὴν μείζονα παῤῥησίαν κτησώμεθα, ἵνα τιμιωτέρων ἀξιωθῶμεν δωρεῶν, ἵνα μηδενὸς τῶν ἁγίων ὀφθῶμεν δεύτεροι. Μέγας πειρασμὸς ὁ βίος ἡμῶν, καὶ οὐδεὶς οἶδε· μέγας χειμὼν, καὶ οὐδεὶς κατανοεῖ. Δῶμεν τόπον τῇ ἐνεργείᾳ τῶν παθῶν, καὶ τῇ ἐν ἡμῖν οἰκούσῃ ἁμαρτίᾳ κατὰ τὸν Ἀπόστολον· δῶμεν τόπον τοῖς παροργισμοῖς τῶν ἀνθρώπων. δῶμεν τόπον τῇ σαρκὶ ταύτῃ καὶ ταῖς ἐπιθυμίαις αὐτῆς, δῶμεν τόπον τῷ κόσμῳ τούτῳ καὶ ταῖς δυσχερείαις αὐτοῦ, δῶμεν τόπον ὅλοις τοῖς πειρασμοῖς, ὅλαις ταῖς θλίψεσι· κρυβῶμεν ἀπ᾽ αὐτῶν· διωκόμεθα γὰρ ἀπ᾽ αὐτῶν, καὶ ζητούμεθα πάντες εἰς τὸ ἀποκτανθῆναι ὑπὸ δαιμόνων, ὑπὸ πραγμάτων, ὑπὸ ἀνθρώπων ἐρεθιζομένων ὑπὸ τοῦ Σατανᾶ. Ἑαυτοῖς μόνοις προσέχωμεν καὶ τῷ Θεῷ, ἑαυτῶν ἐκδόντες τὸ σῶμα τοῦτο τοῖς θέλουσι τύπτειν· πολλῶν γὰρ πληγῶν καθέστηκεν ἄξιον.