Εἶδες ἀντίδοσιν; οὐ μετέδωκεν αὐτῷ ψιχίων, οὐ μεταλαμβάνει σταγόνος ὕδατος. ᾯ γὰρ μέτρῳ, φησὶ, μετρεῖτε, μετρηθήσεται ὑμῖν. Τί οὖν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος μὲν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλὰ τὸ ζητούμενον, ὅτι κατανύσσονται μὲν ἐπὶ τοῖς ἁμαρτήμασι καὶ μεταβάλλονται καὶ βελτίους γίνονται ἀπὸ τῆς γεέννης, οὐδὲν δὲ κερδαίνουσιν εἰς παραμυθίαν τῆς φλογός· Πάτερ γὰρ, ἀπόστειλον αὐτὸν εἰς τὸν οἶκόν μου, φησὶν, ἵνα τοῖς συγγενέσι μου διαμαρτύρηται, καὶ μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον. Αὐτὸς ἀποτυχὼν τῆς εὐεργεσίας, ἑτέροις προξενεῖ τὴν σωτηρίαν λοιπόν. Εἶδες πῶς ὠμὸς ἦν πρὸ τούτου, πῶς φιλάνθρωπος ἐγένετο μετὰ ταῦτα; Πρὸ τῶν ὀφθαλμῶν κείμενον παρέτρεχε τὸν Λάζαρον ζῶν, νυνὶ δὲ καὶ ἀπόντων φροντίζει τῶν συγγενῶν· καὶ τότε μὲν ἐν περιουσίᾳ ὢν, πρὸς τὴν ἐλεεινὴν οὐκ ἐπεκάμπτετο τοῦ πτωχοῦ θέαν, νυνὶ δὲ ἐν ὀδύναις καὶ ἀνάγκαις ὢν ἀπαραιτήτοις, κήδεται τῶν αὐτῷ προσηκόντων, καὶ ἀξιοῖ πεμφθῆναι τὸν ταῦτα ἀπαγγελοῦντα αὐτοῖς.