Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας, ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολλάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἐσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παῤῥησίαν· εἶτά τινες ὑπὲρ τούτων κατηγορῶσι τῆς τοῦ Θεοῦ προνοίας, καὶ λέγωσι· Ποῦ ταῦτα προνοίας; ποῦ δὲ δικαίας κρίσεως; ὁ σώφρων καὶ ἐπιεικὴς ἐν κακοῖς, ὁ ἀκόλαστος καὶ διεφθαρμένος ἐν ἀγαθοῖς· καὶ οὗτος μὲν θαυμάζεται, ἐκεῖνος δὲ καταφρονεῖται· οὗτος ἀπολαύει τρυφῆς πολλῆς, ἐκεῖνος ἐν πενίᾳ καὶ τοῖς ἐσχάτοις ἐστὶ κακοῖς· ὁ μὲν περὶ τῶν μελλόντων ἀμφιβάλλων σιωπηθήσεται, καὶ οὐδὲν ὅλως ἐρεῖ· ὁ δὲ περὶ ἀναστάσεως φιλοσοφεῖν εἰδὼς, ῥᾳδίως τὴν βλασφημίαν ἐφέξει, καὶ πρὸς τοὺς τὰ τοιαῦτα ἀποδυσπετοῦντας ἐρεῖ· Παύσασθε κατὰ τοῦ πεποιηκότος ὑμᾶς Θεοῦ τὴν γλῶτταν ἀκονῶντες τὴν ἑαυτῶν.