Τί κατέχεις τὰ μὴ κρατούμενα; Τὸ πέρας τῆς αὐταρκείας τοῖς κτησαμένοις ἀνόνητον. Ὅσα γὰρ ἂν συλλέξειεν ἄνθρωπος, εἰς σκέπην αὐτῷ καὶ τροφὴν τελευτήσει, τῶν δὲ λοιπῶν ἁπάντων κληρονόμος ὁ βίος. Ψυχαγωγούμεθα δὲ ταῖς διαθήκαις οἱ κτήτορες, ἃ λαβεῖν οὐκ ἰσχύομεν, χαριζόμενοι γράμμασιν· ἃ κατέχειν οὐκ ἔστιν, ἀφιέναι δοκοῦντες, ὡς, εἴγε κατέχειν ἦν, οὐκ ἂν ἐξέστημεν ἄλλῳ. Καὶ δηλοῖ τὴν γνώμην τῆς διαθήκης ὁ πρόλογος· εἴη μέν με, φησὶν, ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Εὐχὴν περισφίγγοντος καὶ παραχωροῦντος φωνῇ γράφει τὸ γράμμα καὶ τοῦ γράμματος τὸ ἔργον ἀπεύχεται· εἴη μέν με ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Οὐδὲ ψυχοῤῥαγοῦντες τοῦ τῶν χρημάτων ἀφιστάμεθα φίλτρου· ἂν δέ τι, φησὶν, τὸν κατ᾽ ἄνθρωπον πάθω, βούλομαι εἶναι κληρονόμους. Κληρονομεῖ κἂν μὴ βούλει· ἡ φύσις σε καὶ ἄκοντα κληρονομεῖσθαι διέθετο. Κἂν σὺ τοῖς χρήμασι κληρονόμον μὴ γράψῃς, εὑρήσει κληρονόμον τὰ χρήματα· κἂν μηδενὶ καταλίπῃς, οὐδὲν ἐξενεγκεῖν ὧν ἐκτήσω δυνήσῃ. Οὐχ ὡς φαῦλον τὸ διατίθεσθαι λέγω· παραινεῖ γάρ που καὶ προφήτης ἀνθρώπῳ· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ· ἀλλὰ τὰς τῶν γηΐνων ἡμῶν κωμῳδῶ προαιρέσεις, ὅτι τὰ τούτοις ἐκ τούτων παραπεμπόμενα χρήματα τῶν ἀδιαδόχων τιμιώτερα κρίνομεν.