γʹ. Ἀλλ᾽ ἐπειδὴ πολλοὶ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ γεγραμμένα, καὶ μείζονα τοῦ Χριστοῦ αὐτὸν εἶναι εἰρήκασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται Μελχισεδεκιταὶ, καὶ φιλονεικοῦσιν ἡμῖν, δεῖξαι βουλόμενοι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ, προφέροντες τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· δεῖ καὶ πρὸς αὐτοὺς ἀπαντῆσαι. Φασὶ γάρ· Πῶς οὐκ ἂν εἴη Χριστοῦ μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει Χριστός; Ἡμεῖς οὖν λέγομεν αὐτὸν ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ οὔτε μείζονα τοῦ Χριστοῦ, ἀλλ᾽ οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ· Μείζων γὰρ αὐτοῦ, φησὶν ὁ Χριστὸς, ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἄλλοι δὲ πάλιν πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ᾽ ἡμεῖς οὐδὲ τοῦτό φαμεν. Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι, ἤδη πάλαι τοῦ Πνεύματος ἀνθρώπου γεγονότος; Ὅτι δὲ οὐκ ἔστιν μείζων Χριστοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν· ἆρα οὐρανίου; ἆρα ἐπιγείου; ἢ καταχθονίου; Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας. Λέγει γὰρ ὁ Ἀπόστολος, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ τὰ ἑξῆς.