Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογησεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ταῦτα εἰδότες, ἀδελφοὶ, παράλληλα θέσθε τὰς ἡδονὰς, καὶ τὴν μέλλουσαν ἡμέραν τῆς κρίσεως, καὶ τὴν τοῦ δικάζοντος ψῆφον· καὶ τότε νοήσετε πῶς πικρὸν ἡ ἡδονὴ, ὅταν γνῶτε πηλίκης πικρίας γένηται πρόξενος. Βούλεσθε μικρόν τι τὴν Ἐκκλησίαν ἀπὸ δύω συμποσίων ἀναγεγραμμένων ἐν Εὐαγγελίοις νουθετήσωμεν, τί μὲν τὸ τῶν φιληδόνων τέλος, τίς δὲ ὁ τῶν μετανοούντων καρπός; Καὶ μὴ θαυμάσῃς εἰ καὶ πολλάκις καὶ φιληδόνων συμπόσια γράφει ἡ Γραφή· πάντα γὰρ ἀναγράφει, τί φυλάξῃ, τί μιμήσῃ. Γράφει τὰ τῶν φιληδόνων, ἵνα διηνεκῶς αὐτοὺς στηλιτεύσῃ, καὶ ἵνα σὺ φύγῃς τὴν μίμησιν· γράφει τὰ τῶν φιλοθέων, ἵνα ἐπιδράμῃς τῇ εἰκόνι τῆς μετανοίας, καὶ θεὶς παράλληλα τὸν φιλήδονον καὶ τὸν φιλόθεον, τὸν μὲν ἐκφύγῃς, τὸν δὲ ζηλώσῃς. Ἅμα δὲ καὶ διδασκάλιον ἔστω τοῖς συνιοῦσι, τὸ μὴ σφόδρα ταῖς δημοτελέσι θέαις ἑστιᾷν ὑμῶν τοὺς ὀφθαλμοὺς, μηδὲ προχείρως ἐπὶ τὸν ἱππόδρομον τρέχειν, μηδὲ ἐκ νυκτῶν καταλαμβάνειν τὸ θέατρον· μανικὸν γὰρ θεαμάτων ἀσέμνων ἐλπίς. Καὶ γὰρ προλαμβάνουσι τὴν ἡμέραν τῷ τάχει τῆς προθυμίας, ἐν νυκτὶ τὸν τοῦ σκότους τόπον καταλαμβάνοντες, ἵνα θεάμασιν ἀσέμνοις τὰς κόρας τέρψωσιν, ἢ θηρίων ἀμύνας καὶ θηριομάχων θεάσωνται.