Νεώσωμεν ἑαυτοῖς νεώματα, ἀπόθου τὴν παλαιὰν κακίαν, ἐκρίζωσον τὰς ἀκάνθας τῆς παρακοῆς· ἡνίκα γὰρ παρήκουσεν Ἀδὰμ, ἐξεβλήθη τοῦ παραδείσου. Τοῦτο ἐδέξατο παρὰ τοῦ Δεσπότου· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Τοῦτο συνειδὼς ὁ προφήτης ἐκήρυττε· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ᾽ ἀκάνθαις· ἐμφαίνων διὰ τοῦ λόγου, ὥστε ἡμᾶς ἀνανεῶσαι αὑτοὺς τῇ μετανοίᾳ, καὶ ἐκριζῶσαι τῆς παρακοῆς τὸ ἐπιτίμιον, τὰς ἀκάνθας. Εἰσὶ δὲ ἄκανθαι ἐν τῷ ἀνθρώπῳ ἔρις, ζῆλος, θυμὸς, διχοστασίαι, ἀκαθαρσίαι, πλεονεξίαι, μοιχεῖαι, ἀνδροφονίαι. Εὐθὺς ἡ Εὔα συλλαβοῦσα γεννᾷ Κάϊν, ὅστις ζήλου ἀρχηγὸς γέγονε, φόνων εὑρετὴς, ὑποκρίσεως πατὴρ, δημιουργὸς ψεύδους. Ἐρωτώμενος γὰρ παρὰ τοῦ Δεσπότου· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἕτοιμος ψεῦδος γεννᾷ λέγων· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Ὁ δὲ Θεὸς βουλόμενος αὐτὸν ἀπὸ τῶν πραγμάτων πεῖσαι, ὡς τὰ πάντα ἐπίσταται, ἔφη· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Οὐ τὸ αἷμα λόγῳ βοᾷ· λόγου γὰρ οὐ μετέχει· ἀλλὰ τὸ πρᾶγμα διὰ τῆς ὠμότητος τὸν ἀδελφοκτόνον θριαμβεύει. Διὰ τοῦτο βοᾷ ὁ προφήτης· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ᾽ ἀκάνθαις. Ἠκούσατε ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων Σίμωνα τὸν Μάγον, ὅπως μὴ νεώσας μηδὲ ἐκριζώσας τὰς ἀκάνθας, προσῆλθε τοῖς ἀποστόλοις λαβεῖν τὸ βάπτισμα.