γʹ. Μὴ τοίνυν ἀδύνατον εἶναι νομίσωμεν τὸ τοιοῦτον ἀγαθὸν κτήσασθαι. Δυνατὸν γὰρ, ὄντως δυνατὸν, εἴ γε βουλόμεθα νήφειν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πᾶσαν κατορθῶσαι τὴν ἀρετήν. Αὐτεξουσίῳ γὰρ προαιρέσει κυβερνώμεθα, καὶ οὐχ εἱμαρμένης ἀνάγκῃ, κατά τινας, ὑποκείμεθα, ἐν τῷ θέλειν καὶ μὴ θέλειν ὁριζόμενοι καὶ τὰ καλὰ κεῖσθαι καὶ τὰ κακά. Διὰ τοῦτο γὰρ ὁ Θεὸς καὶ βασιλείαν ὑπέσχετο, καὶ τιμωρίαν ἠπείλησεν. Οὐκ ἂν δὲ τοῖς ἀνάγκῃ δεδεμένοις οὕτως ἐποίησε· τῶν γὰρ ἀπὸ γνώμης γινομένων ἀντίδοσίς ἐστιν ἑκατέρων. Οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις ἔδωκεν, εἰ δεσμοῖς εἱμαρμένης κεκρατημένοι ἦμεν. Ἀλλ᾽ ἐπειδὴ ἐλεύθεροί ἐσμεν, καὶ τῆς ἰδίας προαιρέσεως κύριοι, καὶ ἀπὸ μὲν ῥᾳθυμίας γινόμεθα φαῦλοι, ἀπὸ δὲ σπουδῆς χρηστοὶ, διὰ τοῦτο ταῦτα κατεσκεύασε τὰ φάρμακα, τῷ φόβῳ τῆς κολάσεως καὶ τῇ προσδοκίᾳ τῆς βασιλείας διορθούμενος ἡμᾶς, καὶ φιλοσοφεῖν παιδεύων. Οὐκ ἐκ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἡμεῖς αὐτοὶ ποιοῦμεν, δῆλον ὅτι οὔτε εἱμαρμένη, οὔτε τύχη, οὔτε γένεσις, οὔτε δρόμος ἀστέρων τὰ καθ᾽ ἡμᾶς διοικεῖ. Εἰ γὰρ ἐκεῖθεν ἤρτηται τὰ γινόμενα πάντα, καὶ οὐ τῆς προαιρέσεως τῶν ἀνθρώπων, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα; τίνος ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήριον ἕλκεις; τίνος ἕνεκεν αἰσχύνῃ πράττων τὰ ἄτοπα;