Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς πόρνης
Προτρεπτικός επίλογος και δοξολογία
Εξαγωγή του ηθικού διδάγματος για τη μίμηση του παραδείγματος της μετανοούσης και τελική δοξολογική αναφορά.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προτρεπτικός επίλογος και δοξολογία
Εξαγωγή του ηθικού διδάγματος για τη μίμηση του παραδείγματος της μετανοούσης και τελική δοξολογική αναφορά.
Ταύτην οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζηλώσωμεν τὴν πιστὴν καὶ θαυμασίαν πόρνην, καὶ ὡς ἔτι καιρὸν ἔχομεν μετανοίας ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις τῆς νηστείας, σπουδάσωμεν διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης, διὰ νηστείας, δι᾽ ἐλεημοσύνης, διὰ δακρύων, δι᾽ ἐξομολογήσεως κατᾶραι πάντα βόρβορον καὶ κηλῖδα τῶν πολλῶν ἡμῶν ἁμαρτιῶν, ἵνα καὶ τῆς προςηνοῦς φωνῆς ἀκούσωμεν τοῦ φιλανθρώπου δεσπότου, λέγοντος πρὸς ἡμᾶς· ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ὅπως καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα, καὶ τῆς μακαρίας φωνῆς ἀξιωθῶμεν, τῆς λεγούσης· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν—ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
著作
文本
在新窗口中打开相关段落。