Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ φθέγγεται ὁ προφήτης, καὶ πάντες ἀποκρινόμεθα, καὶ πάντες συνεπηχοῦμεν· καὶ οὐκ ἔστι δοῦλον ἐνταῦθα ἰδεῖν, οὐδὲ ἐλεύθερον, οὐδὲ πλούσιον καὶ πένητα, οὐδὲ ἄρχοντα καὶ ἰδιώτην· ἀλλ᾽ ἐκποδὼν ἅπασα αὕτη ἡ τοῦ βίου ἀνωμαλία ἀπελήλαται, καὶ εἷς χορὸς ἐξ ἁπάντων συγκεκρότηται, καὶ ἰσηγορία πολλὴ, καὶ τὸν οὐρανὸν ἡ γῆ μιμεῖται. Τοσαύτη τῆς ἐκκλησίας ἡ εὐγένεια. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ὁ μὲν δεσπότης μετὰ πολλῆς ψάλλει τῆς παῤῥησίας, ἐπιστομίζεται δὲ ὁ οἰκέτης· οὐδ᾽ αὖ ὁ πλούσιος μὲν κινεῖ τὴν γλῶτταν, ἀφωνίᾳ δὲ ὁ πένης καταδικάζεται· οὐδ᾽ αὖ ἀνὴρ μὲν παῤῥησιάζεται, γυνὴ δὲ σιγᾷ καὶ ἄφωνος ἕστηκεν· ἀλλὰ πάντες τῆς αὐτῆς ἰσοτιμίας ἀπολαύοντες, κοινὴν ἀναφέρομεν τὴν θυσίαν, κοινὴν τὴν προσφοράν· οὐδ᾽ ἔχει τι πλέον οὗτος ἐκείνου, οὐδὲ ἐκεῖνος τούτου, ἀλλὰ πάντες ἐν τῇ αὐτῇ τιμῇ, καὶ φωνὴ μία ἐκ διαφόρων γλωττῶν πρὸς τὸν τῆς οἰκουμένης ἀναπέμπεται Δημιουργόν. Ἡ διαφορὰ δὲ οὐκ ἐν τῷ δούλῳ καὶ ἐν τῷ ἐλευθέρῳ, οὐκ ἐν τῷ πλουσίῳ καὶ ἐν τῷ πένητι, οὐκ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ, ἀλλ᾽ ἐν τῇ γνώμῃ, ἐν τῇ σπουδῇ καὶ τῇ ῥᾳθυμίᾳ, ἐν τῇ κακίᾳ καὶ τῇ ἀρετῇ.