Καὶ γὰρ οὐ τὸ τυχὸν πρᾶγμα γάμος εὖ διακείμενος, ὥσπερ οὖν μυρίων συμφορῶν ὑπόθεσις γίνεται τοῖς οὐκ εἰς δέον αὐτῷ χρωμένοις. Ὥσπερ γὰρ βοηθός ἐστιν ἡ γυνὴ, οὕτω πολλάκις καὶ ἐπίβουλος γίνεται. Ὥσπερ οὖν λιμήν ἐστιν ὁ γάμος, οὕτω καὶ ναυάγιον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην τῶν κακῶς αὐτῷ χρησαμένων. Ὁ μὲν γὰρ κατὰ τοὺς προσήκοντας αὐτὸν ἐπιτελῶν, νόμους, τῶν ἀπὸ τῆς ἀγορᾶς καὶ πάντων τῶν πανταχοῦ κακῶν παραμυθίαν τινὰ καὶ ἀπαλλαγὴν εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα· ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ πρᾶγμα μεταχειριζόμενος, κἂν πολλῆς ἐπὶ τῆς ἀγορᾶς ἀπολαύσῃ γαλήνης, σκοπέλους καὶ σπιλάδας εἰσελθὼν εἰς τὴν οἰκίαν ὄψεται. Ἐπεὶ οὖν οὐ περὶ τῶν τυχόντων ἡμῖν ὁ κίνδυνος, ἀναγκαῖον μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχειν, καὶ τὸν μέλλοντα γυναῖκα ἄγεσθαι, μετὰ τῶν τοῦ Παύλου νόμων, μᾶλλον δὲ μετὰ τῶν τοῦ Χριστοῦ νόμων τοῦτο ποιεῖν. Οἶδα μὲν οὖν ὅτι πολλοῖς εἶναι δοκεῖ καινὸν καὶ παράδοξον τὸ λεγόμενον· πλὴν οὐ διὰ τοῦτο σιγήσομαι, ἀλλὰ πρῶτον τὸν νόμον ὑμῖν ἀναγνοὺς, οὕτω τὴν δοκοῦσαν ἀντινομίαν λῦσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος, ὃν ὁ Παῦλος ἡμῖν ἔθηκε; Γυνὴ, φησὶ, δέδεται νόμῳ.