Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην τὸν ποταμὸν, ὥσπερ διὰ μεταλλικῶν ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις κομίζων ψυχαῖς. Καὶ οἶδα μὲν ὅτι πτωχότερα τὰ ἡμέτερα ὑμῖν φαίνεται σήμερον. Ὁ γὰρ πενιχρᾶς ἀπολαύων τραπέζης διηνεκῶς, ἂν εὐπορωτέρας μεταξύ που τινὸς ἐπιτύχῃ, εἶτα πρὸς τὴν ἑαυτοῦ πάλιν ἐπανέλθῃ, μᾶλλον αὐτῆς κατόψεται τὴν πενίαν. Οὐ μὴν διὰ τοῦτο ὀκνηρότερον ἀποδύσομαι. Ἴστε γὰρ, Παύλῳ μαθητευθέντες, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, καὶ τοὺς πλουσίους θαυμάζειν, καὶ τοὺς πένητας μὴ διαπτύειν. Καὶ καθάπερ οἱ φίλοινοι καὶ οἱ φιλοπόται ἀσπάζονται μὲν τὸν ἀμείνω οἶνον, οὐ μὴν δὲ τοῦ καταδεεστέρου καταφρονοῦσιν· οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν τῶν θείων λογίων ἀκρόασιν μεμηνότες, ἀποδέχεσθε μὲν τοὺς σοφωτέρους τῶν διδασκάλων, καὶ τοῖς εὐτελεστέροις δὲ οὐ τὴν τυχοῦσαν παρέχετε σπουδὴν καὶ προθυμίαν. Οἱ μὲν γὰρ χαῦνοι καὶ διαλελυμένοι, καὶ πρὸς τὴν πολυτελεστέραν ναυτιῶσι τράπεζαν· οἱ δὲ διεγηγερμένοι καὶ νήφοντες, καὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ πρὸς τὴν πενεστέραν μετὰ πολλῆς τρέχουσι προθυμίας. Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ τῆς πρώην ὑμῖν διαλέξεως γενομένης τοῦτο ἐδείξατε μάλιστα.