Διὰ τί οὕτω μέγας ὁ οὐρανὸς, ἐρεῖ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Διὰ τί νὺξ καὶ ἡμέρα; Οὐχ ἵνα φαίνωσι καὶ ἀναπαύωσι μόνον, ἀλλ᾽ ἵνα καὶ παιδεύωσιν. Οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ Ἄβυσσος ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτῆς. Οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει. Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες, καὶ τὰ ἄλλα πάντα εἴσεσθε· τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθικὸν λόγον, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε. Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυθίαν· κἂν εἰς ἁμαρτίαν, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλίψιν, πολλοὺς τοὺς λιμένας ὄψει. Κἂν δίκαιος ᾖς, πολλὴν ὠφέλειαν ἐκεῖθεν καρπώσῃ· κἂν ἁμαρτωλὸς, πολλὴν τὴν παραμυθίαν.