Καὶ τοῦτο τοῦ δεσπότου οἰκονομία ὅτι ἐξεναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται καὶ ἕκαστος τύραννος τὸν ἴδιον μάρτυρα ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα. Ἄκουσον τῆς σοφίας λεγούσης· τότε ἐν πολλῇ παρρησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγήν, τῇ δίψῃ φλεγόμενος καὶ πολλῇ τῇ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ πάντα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται. Οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος ἐποίησεν αὐτὸν ἐξεναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ᾽ ἑκάστην ὥραν καὶ ἡμέραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ᾽ ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς μετ᾽ ἀλλήλων διάγειν. Καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον καὶ οἱ μάρτυρες τοὺς τυράννους.