Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Κυριακόν
Επίλογος: Τελική προτροπή και δοξολογία
Ολοκλήρωση της δεύτερης επιστολής με την παρότρυνση προς τον παραλήπτη να αποβάλει την αθυμία και να προσφέρει δοξολογία προς τον Θεό.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Επίλογος: Τελική προτροπή και δοξολογία
Ολοκλήρωση της δεύτερης επιστολής με την παρότρυνση προς τον παραλήπτη να αποβάλει την αθυμία και να προσφέρει δοξολογία προς τον Θεό.
Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος, ἀλλ᾽, ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον ὑπερβεβηκέναι ἐνταῦθα καταλύσας τὸν λόγον ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν, ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν. Ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζειν δὲ τὸν Θεόν, ὅπερ ἀεὶ πεποίηκας καὶ ποιῶν διατελεῖς, χάριτας ὁμολογῶν ὑπὲρ πάντων αὐτῷ τῶν χαλεπῶν τούτων καὶ ὀδυνηρῶν. Οὕτω γὰρ καὶ αὐτὸς μείζονα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ ἡμῖν πολλὴν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης.
Μὴ δὴ καταμαλακίζου, ἀλλ᾽ ἀνενεγκὼν ἀπὸ τοῦ καπνοῦ τούτου—καπνὸς γάρ—καί, ἐὰν θέλῃς, ῥᾴδιον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην, δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.
著作
文本
在新窗口中打开相关段落。