Εἰπὲ δή μοι· τί σοι δοκεῖ τῶν ἐν κόσμῳ μακαριστὸν εἶναι καὶ ζηλωτόν; Ἀρχὴν πάντως ἐρεῖς καὶ πλοῦτον καὶ τὸ παρὰ ἀνθρώποις εὐδοκιμεῖν. Καὶ τί τούτων ἀθλιώτερον, ὅταν πρὸς τὴν τῶν Χριστιανῶν ἐλευθερίαν συγκρίνηται; Ὁ μὲν γὰρ ἄρχων δήμων ὑπόκειται θυμῷ καὶ πλήθους ὁρμαῖς ἀλογίστοις, φόβῳ τε ἀρχόντων μειζόνων, καὶ ταῖς ὑπὲρ τῶν ἀρχομένων φροντίσιν, καὶ ὁ χθὲς ἄρχων σήμερον ἰδιώτης· σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος, ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, ἄρχοντος δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν πληροῖ, τῆς δὲ νυκτὸς καταλαβούσης οὔτε ὁ βασιλεὺς βασιλεύς, οὔτε ὁ ἄρχων ἄρχων, οὔτε ὁ στρατιώτης στρατιώτης, οὕτως καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ᾽ ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν. Ἀλλὰ δόξα τίμιον, τὸ καταπῖπτον «ὡς ἄνθος χόρτου»; ἀλλὰ πλοῦτος ὃν οἱ κεκτημένοι ταλανίζονται· «Οὐαὶ γάρ, φησί, τοῖς πλουσίοις.» Καὶ πάλιν· «Οὐαὶ τοῖς πεποιθόσιν ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχωμένοις.» Ὁ Χριστιανὸς οὐδέποτε ἐξ ἄρχοντος ἰδιώτης γίγνεται, οὐδὲ ἀπὸ πλουσίου πένης, οὐδὲ ἄδοξος ἀπὸ ἐνδόξου, ἀλλὰ μένει πλουτῶν ὅταν πτωχεύῃ, καὶ ὑψοῦται ὅταν ταπεινοῦν ἑαυτὸν σπουδάζῃ· καὶ τῆς ἀρχῆς ἧς ἄρχει οὐ κατὰ ἀνθρώπων ἀλλὰ τῶν ἀρχῶν [ἐξουσίαν ἔχει] καὶ τοῦ κοσμοκράτορος τοῦ σκότους, οὐδεὶς αὐτὸν παραλῦσαι δύναται. «