Ἀπέπτη πάντα ἐκεῖνα. Τί γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορόν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ λοιποῦ τὸ εἰδεχθές, θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκολήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν διηνεκῆ θλῖψιν καὶ τὴν στενοχωρίαν. Ἐλθὲ καὶ ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὢν καὶ πορφύραν ἐνδιδυσκόμενος οὐδὲ σταγόνος ὕδατος κύριος γέγονεν, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Τί τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διακεῖται; Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι ἢ καὶ ἑτέραν τινὰ τίνοντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτούς, οὐδεμίαν μετὰ τὸ διεγερθῆναι τοῖς ὀνείρασιν ἴσασιν χάριν· οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος, καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν. Ταῦτα ἐννόησον· καὶ τὸ πῦρ ἀντιστήσας ἐκεῖνο τῷ κατέχοντί σε νῦν, τῷ τῶν ἐπιθυμιῶν ἐμπρησμῷ, ἀπαλλάγηθι τῆς καμίνου ποτέ.