Βούλει σοι τούτου παραγάγω παράδειγμα; Ἐπὶ μίας τινὸς ὁλκάδος συνέπλεόν τινες καὶ τὴν αὐτὴν ἀλλήλοις συνναυτιλλόμενοι θάλατταν, ποικίλας κατ᾽ ἀλλήλων κλοπὰς ἐπεδείκνυντο. Ταύτας ὁ κυβερνήτης ἀκριβῶς κατοπτεύων, τὸν τῶν κλεμμάτων τέως οὐκ ἐπόμπευεν ἔλεγχον· ἀλλ᾽ ὡς λιμένι τὸ σκάφος προσεγγίζον ἑώρα, γυμνοὺς πάντας τῆς ὁλκάδος ἐξιέναι κελεύσας, εὗρεν ἑκάστου τὴν κλοπὴν ἐν τῷ πλοίῳ κειμένην. Κατὰ τοῦτό μοι τῆς ζωῆς τὸ παράδειγμα σκοπεῖ· πρόκειται γὰρ ἡμῖν ἀντὶ θαλάττης ὁ βίος· σκάφος δέ τι πρὸς τὸν πλοῦν ἡ κτίσις συνήρμοσται, κυβερνήτῃ μὲν τῷ Θεῷ κεχρημένον, πάσας δὲ τὰς τῶν ἔργων ἐμπορείας δεχόμενον. Ἂν διεφθαρμένον τις ἐμπορεύσηται βίον, ἐν τῷ τῆς κτίσεως αὐτὸν ἀποθήσεται πλοίῳ· ἂν εὐπολίτευτον ζωὴν πραγματεύσηται, ἐπὶ τῆς κρίσεως ἔσται τὸ πραχθὲν φυλαττόμενον.