阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Σιναΐτης – Πρὸς τὸν ποιμένα

Ἰωάννης ὁ Σιναΐτης

Προοίμιο του λόγου προς τον ποιμένα

Εισαγωγική αναφορά του Ιωάννη του Σιναΐτη προς τον αποδέκτη του έργου και τα αρχικά ερμηνευτικά σχόλια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Σιναΐτης

—

Κεφάλαιο 1 από 7

ΠΡΟΟΙΜΙΟΝ. Ἐν τῇ μὲν κάτω βίβλῳ ἔγωγέ σε, θεσπέσιε Πάτερ, πάντων ἔσχατον τέταχα· ἒν τῇ δὲ ἄνω, σὲ πέπεισμαι πάντων ἡμῶν ἐν τῇ ἀπογραφῇ τῇ θείᾳ προτερεύειν· εἴπερ ἐστὶν ὁ εἰρηκὼς ἀληθής, ἔσονται οἱ ἔσχατοι τῷ φρονήματι, πρῶτοι τῷ ἀξιώματι.

Σχόλιον Μάρκου μοναχοῦ Ὅταν ἀκούσῃς, ὅτι ἔσονται οἱ ἔσχατοι πρῶτοι· καὶ τὸ ἔμπαλιν, μετόχους ἀρετῶν καὶ μετόχους ἀγάπης νόει· ἀγάπη γὰρ ἐσχάτη μὲν ἀρετῶν τυγχάνει κατὰ γένεσιν· πρώτη δὲ εὑρίσκεται πνευματικῶς κατὰ τὴν ἀξίαν, τὰς προγεγενημένας αὐτῆς ἐσχάτας ἀποδεικνύουσα.