ΚΕΦΑΛ. Ζʹ.
Σκοπῶ δὲ κἀκεῖνο, ὅπερ παρὰ πολλοῖς εὐγνώμοσιν ἀῤῥώστοις εἶδον γινόμενον· τὴν γὰρ ἑαυτῶν δειλίαν καὶ ἀσθένειαν ἐπιστάμενοι, καὶ μὴ βουλομένους τοὺς ἰατροὺς δεσμῆσαι αὐτούς, καὶ ἑκουσίῳ βίᾳ ἰατρεῦσαι ἐδυσώπησαν. Διὸ τὸ μὲν πνεῦμα πρόθυμον, διὰ τὴν μέλλουσαν ἐλπίδα· ἡ δὲ σὰρξ ἀσθενής, διὰ τὰς προλαβούσας προλείψεις. Ἐγὼ δὲ ἑωρακώς, πείθεσθαι τοὺς ἰατροὺς ἐδυσώπησα. Οὐδὲ πᾶσιν ὁ ὁδηγὸς στενὴν καὶ τεθλιμμένην προσερχομένοις λέγειν ὀφείλει· οὐδὲ μὴν ἑκάστῳ τὸν ζυγὸν χρηστὸν καὶ τὸ φορτίον ἐλαφρόν. Σκοπεῖν δὲ μᾶλλον καὶ προσφυῶς ἁρμόζειν τὰ φάρμακα. Τοῖς μὲν ἐκ χαλεπῶν καταβεβαρυμένοις ἁμαρτημάτων, καὶ εὐχερῶς πρὸς τὴν ἀπόγνωσιν ἔχουσι, τὸ δεύτερον· τοῖς δὲ πάλιν πρὸς τὸ ὑψηλὸν καὶ οἰηματικὸν φρόνημα κλίνουσι, τὸ πρῶτον ἁρμόδιον φάρμακον. Τινὲς ὁδὸν ὁδεύειν μακρὰν ἔχοντες, καὶ ἐρωτήσαντες τοὺς γινώσκοντας, εὐθεῖαν ταύτην καὶ λείαν, καὶ ἀκίνδυνον παρ’ αὐτῶν εἶναι ἀκηκόασι· καὶ μέντοι τῇ ἀκοῇ χαυνωθέντες πρὸς τὴν ὁδοιπορίαν περὶ τὰ μέσα ταύτης, ἢ ἐκινδύνευσαν, ἢ καὶ ὑπέστρεψαν, ἀπαρασκεύαστοι πρὸς τὰς θλίψεις εὑρεθέντες· ὥσπερ καὶ τὸ ἔμπαλιν νόει μοι, ὅπου ἔρως θεῖος ἥψατο καρδίας, ἐκεῖ φόβος ῥημάτων οὐκ ἴσχυσε· καὶ ὅπου φόβος γεέννης ἐπέφανεν, ἐκεῖ πόνων παντοίων ὑπομονή.