Ὁ Χριστιανός· Κακοπραγεῖν καὶ ἀγαθοπραγεῖν, ὅ ἐστι καλὸν καὶ κακόν. Χάριν τούτου κακὰ μὲν πράττων τιμωροῦμαι ὑπὸ νόμου τοῦ θεοῦ, ἀγαθὰ δὲ πράττων οὐ φοβοῦμαι τὸν νόμον, ἀλλὰ καὶ τιμῶμαι καὶ ἐλεοῦμαι ὑπὸ τοῦ θεοῦ. Ὁμοίως καὶ ὁ διάβολος πρὸ τῶν ἀνθρώπων αὐτεξούσιος πέπλασται ὑπὸ τοῦ θεοῦ καὶ ἡμάρτησεν, καὶ ὁ θεὸς τῆς ἰδίας τάξεως ἐξέωσεν αὐτόν. Ἀλλ᾽ ἴσως καὶ ἐρεῖς μοι ἀντιλέγων· Ποῖά εἰσιν, ἃ λέγεις καλὰ καὶ κακά; Ἰδοὺ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καλοί εἰσιν· ποίησον ἓν ἐκ τούτων. Οὐ χάριν τούτου προλέγω σοι· κατὰ τῶν ἀνθρώπων ἐργάζομαι καλὰ καὶ κακά. Καλὰ μέν, οἷόν ἐστι δοξολογία θεοῦ καὶ προσευχὴ καὶ ἐλεημοσύνη καὶ τὰ τούτοις ὅμοια, κακὰ δὲ πορνεία, κλεψία καὶ τὰ ὅμοια· ἐπεί, ὡς λέγεις σύ, καλὰ καὶ κακὰ ἐκ θεοῦ εἶναι, εὑρεθήσεται ὁ θεὸς κατὰ σὲ ἄδικος, ὅπερ οὐκ ἔστιν· ἐπεὶ γὰρ ὁ θεὸς προσέταξεν, ὡς σὺ λέγεις, τὸν πόρνον πορνεύειν καὶ τὸν κλέπτην κλέπτειν καὶ τὸν ἀνδροφόνον ἀνδροφονεῖν, ἄξιοί εἰσιν τιμῆς· τὸ γὰρ θέλημα τοῦ θεοῦ ἐποίησαν. Εὑρεθήσονται καὶ οἱ νομοθέται σου ψευδεῖς καὶ τὰ βιβλία σου ψευδεπίγραφα, ἐπειδὴ προστάττουσι τὸν πόρνον καὶ τὸν κλέπτην δέρεσθαι ποιήσαντας τὸ θέλημα τοῦ θεοῦ καὶ τὸν ἀνδροφόνον ἀποκτανθῆναι, ὃν ἔδει τιμηθῆναι, ἐπειδὴ τὸ θέλημα τοῦ θεοῦ ἐποίησεν.