Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου
Προοίμιο και πρόσκληση στην πνευματική πανήγυρη
Εισαγωγή στην εορτή της Μεταμορφώσεως και καθορισμός των πνευματικών και θεολογικών προϋποθέσεων για τη συμμετοχή των πιστών σε αυτήν.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Προοίμιο και πρόσκληση στην πνευματική πανήγυρη
Εισαγωγή στην εορτή της Μεταμορφώσεως και καθορισμός των πνευματικών και θεολογικών προϋποθέσεων για τη συμμετοχή των πιστών σε αυτήν.
Αʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ μακαριωτάτου μοναχοῦ καὶ πρεσβυτέρου Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος εἰς τὴν ὑπερένδοξον μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. αʹ. Δεῦτε, πανηγυρίσωμεν σήμερον, ὦ φιλόθεον σύστημα. Δεῦτε, συνεορτάσωμεν σήμερον ταῖς φιλεόρτοις ἄνω δυνάμεσι· ἥκασι γὰρ ἐνθάδε σὺν ἡμῖν ἑορτάσοντες. Δεῦτε, ὡς ἐν κυμβάλοις εὐήχοις τοῖς χείλεσιν ἀλαλάξωμεν. Δεῦτε, σκιρτήσωμεν πνεύματι.
Τίνι γὰρ ἑορτὴ καὶ πανήγυρις; τίνι θυμηδία καὶ ἀγαλλίασις, ἀλλ᾽ ἢ τοῖς φοβουμένοις τὸν Κύριον, τοῖς Τριάδι λατρεύουσι, τοῖς τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συναΐδιον σέβουσι, τοῖς ψυχῇ, καὶ ἐννοίᾳ, καὶ στόματι καθομολογοῦσι θεότητα ἐν τρισὶν ἀδιαιρέτως γνωριζομένην ταῖς ὑποστάσεσι, τοῖς εἰδόσι καὶ λέγουσι τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεὸν μίαν ὑπόστασιν, ἐν δυσὶν ἀδιαιρέτοις καὶ ἀσυγχύτοις ταῖς φύσεσι γνωριζόμενον, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν; Ἡμῖν εὐφροσύνη καὶ χαρὰ πᾶσα ἑόρτιος.
Ἡμῖν ὁ Χριστὸς τὰς ἑορτὰς ἐκτετέλεκεν· οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Ἀποθώμεθα λύπης ἁπάσης νέφος ἐπισκοτούσης ἡμῖν τὸν νοῦν, καὶ τοῦτον οὐκ ἐώσης πρὸς ὕψος ἐπαίρεσθαι. Πάντων τῶν γηΐνων περιφρονήσωμεν· οὐκ ἐν γῇ γὰρ ἡμῶν τὸ πολίτευμα.
著作
文本
在新窗口中打开相关段落。