Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν εὐαγγελισμὸν τῆς Θεοτόκου
Κατακλείδα και τελική ικεσία
Ολοκλήρωση των εγκωμιαστικών προσφωνήσεων με ικεσία υπέρ των πιστών και τριαδική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Κατακλείδα και τελική ικεσία
Ολοκλήρωση των εγκωμιαστικών προσφωνήσεων με ικεσία υπέρ των πιστών και τριαδική δοξολογία.
Χαῖρε, κεχαριτωμένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον φωτοφοροῦντες λαμπρῶς ἐν Ἐκκλησίᾳ σε μεγαλύνομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον τὰ τοῦ Δαβὶδ σὺν τῷ Δαβὶδ, καὶ τὰ τοῦ ἀγγέλου σὺν τῷ ἀγγέλῳ ἀνεκινήσαμεν λόγια. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι᾽ ἣν ἡμεῖς σήμερον οἱ αἰχμάλωτοι ἐπαινέται ταύτην ἐξυφάναμεν τὴν τετραπλῆν τῶν χαροποιῶν προῤῥήσεων πεντακοντάδα· ἀλλὰ παράτεινον τὸ ἔλεός σου, πανάγαθε Δέσποινα, τοῖς γινώσκουσί σε, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ κατεύθυνον πάντας εἰς ὁδὸν εἰρήνης, ὅτι πάντων οἱ ὀφθαλμοὶ εἰς σὲ ἐλπίζουσι, καὶ σοῦ τῇ μεσιτείᾳ τὴν καταλλαγὴν τὴν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν, καὶ Θεὸν ἡμῶν ἐσχήκαμεν· ᾧ δόξα, ᾧ κράτος, ᾧ σθένος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ὁμοφυεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。