Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Φιλοσοφικά ἀποσπάσματα
Σχέσεις ονομάτων, ομωνυμίες και η έννοια του υποκειμένου
Αποσαφήνιση των σημασιολογικών σχέσεων μεταξύ των λέξεων (ομώνυμα, ετερώνυμα), καθώς και των εννοιών του υποκειμένου και του καθόλου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Σχέσεις ονομάτων, ομωνυμίες και η έννοια του υποκειμένου
Αποσαφήνιση των σημασιολογικών σχέσεων μεταξύ των λέξεων (ομώνυμα, ετερώνυμα), καθώς και των εννοιών του υποκειμένου και του καθόλου.
〈Ἔτι περὶ τῶν αὐτῶν〉 Κατὰ φύσιν ἐστὶ τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας. —Μονοειδής ἐστιν ἡ ἐν μόνῳ τῷ εἴδει αὐτῆς καὶ οὐκ ἐν μετασχηματισμῷ ὁρωμένη οὐσία. Μονοειδές ἐστι τὸ μονοτρόπως ὁραθῆναι δυνάμενον. Μονοειδές ἐστιν ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χωρίς. —Καθ᾽ αὑτό ἐστι τὸ πρώτως καὶ κατ᾽ οὐσίαν προσόν τινι καὶ μὴ κατὰ συμβεβηκὸς ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ.
Ὁμογενῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ γένος. Ὁμοειδῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ εἶδος. Ὁμοϋπόστατά εἰσι τὰ μίαν καὶ τὴν αὐτὴν ἔχοντα ὑπόστασιν. Ἑτερογενῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ γένος καὶ μὴ ὄντα ὁμοούσια. Ἑτεροειδῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ εἶδος ἤγουν κατὰ τὴν οὐσίαν.
Ὁμοούσιά εἰσι τὰ τῆς αὐτῆς οὐσίας μετέχοντα. Ἑτεροούσιά εἰσι τὰ διαφέροντα κατὰ τὴν οὐσίαν. Ἑτεροϋπόστατά εἰσι τὰ διαιρούμενα κατὰ τὴν ὑπόστασιν. Ὁμοφυῆ εἰσι τὰ ὁμοούσια, ἑτεροφυῆ εἰσι τὰ ἑτεροούσια. Ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ ὁμοούσια ταὐτόν εἰσιν· ἑτερογενῆ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτεροούσια ταὐτὸν οὔκ εἰσιν.
〈Περὶ ὁμωνύμων καὶ ἑτερωνύμων καὶ τοιούτων〉 Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα, τὸ δὲ ἐκ τοῦ ὀνόματος σημαινόμενον ἕτερον καὶ ἕτερον, ὡς Ἰωάννης ὁ βαπτιστὴς καὶ Ἰωάννης ὁ ἀπόστολος ἓν ὄνομα ἔχοντες ἀμφότεροι τὸ ‘Ἰωάννης’, ἄλλο δὲ καὶ ἄλλο τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον· ὁ μὲν γὰρ βαπτιστὴς ὁ δὲ ἀπόστολος, καὶ ὁ μὲν Ζαχαρίου υἱὸς ὁ δὲ Ζεβεδαίου. —Συνώνυμα δέ εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα καὶ τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον τουτέστι τὸν ὅρον αὐτοῦ τοῦ κοινοῦ ὀνόματος, ὡς ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἀμφότερα γὰρ κοινωνοῦσι τοῦ ζῴου καὶ τοῦ ὅρου, ἕκαστον γὰρ αὐτῶν ζῷον λέγεται καὶ τὸν αὐτὸν ὅρον τοῦ ζῴου ἐπιδέχεται, οὐσία γάρ ἐστιν ἔμψυχος αἰσθητική. —Πολυώνυμά εἰσι πολλὰ ὀνόματα καθ᾽ ἑνὸς πράγματος λεγόμενα ὡς ἄορ, ξίφος, μάχαιρα, σπάθη· ταῦτα γὰρ πάντα τὰ ὀνόματα τὸ αὐτὸ δηλοῦσι καὶ ἕνα ὅρον ἔχουσιν, ὅρος γὰρ αὐτῶν ἐστι σίδηρος ἀμφήκης. —Ἑτερώνυμα δὲ τὰ μήτε τῷ ὀνόματι μήτε τῷ ὅρῳ κοινωνοῦντα, ὧν τό τε ὄνομα καὶ ὁ λόγος τῆς οὐσίας ἕτερος.
Εἰ μὲν οὖν ἔχουσιν ἓν ὑποκείμενον, λέγονται ἑτερώνυμα οἷον ἀνάβασις καὶ κατάβασις· ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα. —Ἕτερα δέ εἰσιν, ὧν τό τε ὄνομα καὶ ὁ τῆς οὐσίας λόγος ἕτερος, καὶ οὐκ ἔχουσιν ἓν ὑποκείμενον ὡς οὐσία καὶ συμβεβηκός. —Παρώνυμα δέ εἰσι τὰ ἀπό τινος ἔχοντα τὴν προσηγορίαν ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος.
〈Περὶ κοινοῦ καὶ ὑποκειμένου〉 Κοινόν ἐστιν ἢ τὸ ἐν πολλοῖς θεωρούμενον ἢ τὸ ἐκ πολλῶν κατηγορούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν, ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον οἷον ὡς ἐν θεάτρῳ τόπος ἢ ὁ ἐν βαλανείῳ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος κατὰ τοῦτον τὸν τρόπον ἐνταῦθα ἐλήφθη· ὁ λόγος ἐστὶν ἡ περὶ ὅλου, οὗ ἐστι, δι᾽ ἑαυτῆς γνωρίζουσα 〈φωνή〉.
Ὑποκείμενον λέγεται ἡ οὐσία αὐτή. Καθ᾽ ὑποκειμένου δὲ λέγεται, ὅταν τὰ καθ᾽ ὅλου τῶν μερικῶν κατηγορῆται, ἐν ὑποκειμένῳ δὲ ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα οἷον ὡς τὸ λευκὸν ἐν κύκνῳ. Τὸ ὑποκείμενον διττόν ἐστι· τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι, πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθ᾽ ὅλου. Ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστιν, ὡς τὸ χρῶμα ἐν σώματι· οὐ γάρ ἐστι τὸ χρῶμα μέρος τῆς οὐσίας τοῦ σώματος, τὸ δὲ χρῶμα οὐ δύναται εἶναι ἐκτὸς τοῦ σώματος.
Καθόλου ἐστι τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος· σημαίνει γὰρ πάντας τοὺς ἀνθρώπους πολλοὺς ὄντας. —Μερικὸν δὲ τὸ ἐκ τοῦ καθόλου διαιρεθὲν καὶ ὑποκείμενον αὐτῷ ὡς Πέτρος, Παῦλος καὶ εἷς ἕκαστος τῶν ἀνθρώπων. —Συνώνυμος κατηγορία ἐστίν, ὅταν καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου δέχεται τὸ ὑποκείμενον. —Καθ᾽ αὑτό ἐστι τὸ πρώτως καὶ κατ᾽ οὐσίαν προσόν τινι.
著作
文本
在新窗口中打开相关段落。