Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου Δαμασκηνοῦ τοῦ χρυσορρόα λόγος κατὰ Νεστοριανῶν. Πρὸς τοὺς Νεστορίου ὁμόφρονας οὕτως ἀρκτέον τοῦ λόγου· Εἴπατε ἡμῖν, ὦ οὗτοι, τίνα συνέλαβεν ἡ ἁγία παρθένος, τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἢ ἄνθρωπον; Κἂν μὲν εἴπωσι· Τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεόν, ὀρθόδοξοί εἰσιν. Ἐξ ἀνάγκης γὰρ καὶ θεοτόκον τὴν ἁγίαν παρθένον ὁμολογήσουσιν· ἡ γὰρ θεὸν συλλαβοῦσα καὶ τοῦτον σεσαρκωμένον γεννήσασα πῶς οὐ θεοτόκος; Εἰ δὲ εἴπωσιν· Ἄνθρωπον, τότε ὡς αἱρετικοῖς οὕτω διαλεξώμεθα· Τὸν τοῦ θεοῦ καὶ πατρὸς υἱὸν καὶ λόγον τὸν προαιώνιον, φύσει υἱὸν τοῦ θεοῦ καὶ φύσει θεὸν λέγετε καὶ ὁμοούσιον τῷ θεῷ καὶ πατρί; Ναί, φήσουσιν. Εἶτά φαμεν· Τὸν τῆς παρθένου υἱὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ φύσει θεὸν λέγετε; Οὔ, ἐροῦσιν. Τότε φήσομεν· Οὐκοῦν δύο υἱοὺς ὁμολογεῖτε τοῦ θεοῦ, ἕνα κατὰ φύσιν καὶ ἕνα κατὰ χάριν, καὶ δύο υἱοῖς προσκυνεῖτε, καὶ γέγονε καθ᾽ ὑμᾶς τετρὰς ἡ τριάς. Εἴπατε οὖν ἡμῖν· Πόθεν δύο τὰς ὑποστάσεις κηρύττειν ἐμάθετε; Οὐκ ἀκούετε τοῦ εὐαγγελίου διαρρήδην φάσκοντος· «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», καὶ μετ᾽ ὀλίγα· «Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν»; Πόθεν δὲ καὶ μετὰ τὴν τῆς ἐμψύχου σαρκὸς σύλληψιν, τὴν τοῦ θεοῦ λόγου ἐνοίκησιν λέγετε;