Καὶ γὰρ μετὰ τὸ δειπνῆσαι, παρέδωκε διὰ τῆς τοῦ ἄρτου κλάσεως, τὸ τῆς Καινῆς Διαθήκης μυστήριον κατὰ τὴν πέμπτην ἡμέραν. Ὅτε δὲ ἑορτὴ τῶν Ἀζύμων ἦν ἐν τῷ Σαββάτῳ κατὰ τὴν ιεʹ ἡμέραν τοῦ μηνὸς, ἐν τῷ τάφῳ ἔκειτο ὁ Κύριος. Ἀζύμων οὖν μὴ ὄντων πρὸ τῆς ἑορτῆς τῶν Ἀζύμων ἐν ὅλῳ τῷ ἐνιαυτῷ, ποῦ εὑρέθησαν τότε τὰ ἄζυμα, ὅτε μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ δεῖπνον ἔφαγεν ὁ Χριστός; Παύσασθε οἱ τῇ ἀληθείᾳ ἀντιμαχόμενοι. Καὶ τὸ, «Ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα,» οὕτω νοεῖται. Ἡτοίμαζον γὰρ, οἷον καὶ παρεσκεύαζον τὰ τῆς ἑορτῆς τοῦ Πάσχα· καὶ τὸ, «Αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ Πάσχα,» πῶς νοήσεις, εἰ τῇ πέμπτῃ ἦν τὸ Πάσχα; πῶς τῇ Παρασκευῇ πρὸς τὸ πραιτώριον οὐκ εἰσῆλθον, ἀλλ᾽ εὐλαβοῦντο προκαθαιρόμενοί πως διὰ τὴν τοῦ Πάσχα μετάληψιν;