阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Περὶ θεολογίας

Ἰωάννης ὁ Δαμασκηνός

Θεία οικονομία

Δογματική έκθεση για τις δύο φύσεις, τα θελήματα και τις ενέργειες στο πρόσωπο του σεσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 2 από 2

Ἐπὶ δὲ τῆς οἰκονομίας τοῦ Θεοῦ καὶ Λόγου τοῦ Θεοῦ, τοῦ εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος σαρκωθέντος, δύο φύσεις ὁμολογοῦμεν, καὶ μίαν ὑπόστασιν· ἕνα τε Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ ἓν πρόσωπον· δύο δὲ θελήσεις καὶ δύο ἐνεργείας· ἑκάστην φύσιν μετὰ τῆς ἰδιότητος, ἀδιαιρέτως καὶ ἀσυγχύτως. Ἴδιον μὲν γὰρ τῆς θεότητος, τὸ νεκροὺς ἀνιστᾷν, καὶ τὰς θεοσημείας ἐπιτελεῖν· ἴδιον δὲ τῆς ἀνθρωπότητος, τὸ πεινῇν καὶ διψῇν καὶ κοπιᾷν, καὶ τὰ πάθη ὑπομένειν. Ἀσυγχύτως γὰρ ἡνώθη τῇ σαρκὶ καὶ ἀδιαιρέτως, μεθ᾽ ἧς σαρκὸς ἀνελήφθη, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἥξει μετὰ δόξης ἐν τῇ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς, Θεὸς σεσαρκωμένος