Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς ὀρθῆς πίστεως
Ομολογία πίστεως περί της Αγίας Τριάδος
Έκθεση του ορθόδοξου φρονήματος για τον Τριαδικό Θεό, με έμφαση στην ενότητα της θείας ουσίας και την περιχώρηση των τριών υποστάσεων.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Ομολογία πίστεως περί της Αγίας Τριάδος
Έκθεση του ορθόδοξου φρονήματος για τον Τριαδικό Θεό, με έμφαση στην ενότητα της θείας ουσίας και την περιχώρηση των τριών υποστάσεων.
Σοὶ τῷ πνευματικῷ Πατρὶ τὰ κατ’ ἐμαυτὸν ἀποδίδωμι, ὡς πρόβατον ἄκακον οὐκ ἐρίσω, οὐδὲ κραυγάσω, οὐδὲ ἐμαυτὸν ποιμανῶ, ἀλλὰ τῇ σῇ γενήσομαι προστάξει ὑπήκοος. Κλίνω τὸν αὐχένα, οὐχ ὡς παροιστρῶσα δάμαλις, ἀλλ’ ὡς μόσχος ὑπήκοος, ἐπεὶ τὴν συγχώρησιν αἰτήσας, οὐκ ἔτυχον. Οἶδά μου τῶν πταισμάτων τὸν σύνδεσμον, ἀλλὰ πέπεισμαι ὡς ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἐξ οὐρανοῦ λυθήσεται. Ἰδού σοι ὑπήκοος πάρειμι, ποίει ὃ βούλει. Θεὸν ἔχω κυβερνήτην, τὸν πάντα δυνάμενον. Ἐπεὶ τοίνυν ἐκέλευσεν ἡ σὴ ἁγιωτάτη κορυφὴ τὸ ἐμὸν ἀνομολογῆσαι φρόνημα, γνώτω πᾶς οἶκος Ἰσραήλ· προσεχέτω οὐρανὸς καὶ λαλησάτω, καὶ ἀκουσάτω ἡ γῆ τὰ ῥήματα τοῦ στόματός μου. α. Πιστεύω εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα, Τριάδα ὁμοούσιον, καὶ μονάδα τρισυπόστατον, μίαν ἀρχὴν ἄναρχον, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, τρεῖς ὑποστάσεις ἐν οὐδενὶ τὸ διάφορον ἐχούσας, εἰ μὴ ἐν τῷ ἀγεννήτῳ καὶ γεννητῷ καὶ ἐκπορευτῷ· Πατέρα ἀγέννητον, καὶ οὐ γεννητόν· Υἱὸν γεννητὸν καὶ οὐκ ἀγέννητον· Πνεῦμα ἅγιον ἐκπορευτὸν, καὶ οὔτε αἴτιον, οὔτε ἀγέννητον. Ἔχει γὰρ αἰτίαν καὶ πηγὴν τὸν Πατέρα, ἐξ αὐτοῦ προερχόμενον, οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς· ἵνα εἴη εἷς Πατὴρ, εἷς Υἱὸς, ἓν Πνεῦμα ἅγιον· Θεὸν τὸν Πατέρα τέλειον, Θεὸν τὸν Υἱὸν τέλειον, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, οὐ δύο θεοὺς, οὐδὲ τρεῖς, ἀλλ’ ἕνα τὰ τρία Θεόν.
Οὔτε γὰρ χρόνῳ τέμνεται, οὐ τρόπῳ, οὐ δυνάμει μερίζεται, ἀλλ’ ἐν ἀλλήλοις τὴν περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συγχύσεως. Δυνάμεις γάρ εἰσι τοῦ Πατρὸς ὁ Λόγος καὶ τὸ ἅγιον Πνεῦμα, διὸ καὶ εἷς Θεός· ἀλλ’ εἰ καὶ δυνάμεις, οὐκ ἀνυπόστατοι. Ἑκάστη γὰρ τελεία ὑπόστασις, ἵνα μὴ σύνθετος ἐξ οὐσίας ἡ θεία φύσις εἴη καὶ δυνάμεων, δι’ οὗ ἑκάστου καθ’ ἑαυτὸν θεωρούμενον τέλειος Θεὸς, τελεία ὑπόστασις, εἷς δὲ τὰ τρία Θεὸς σὺν ἀλλήλοις καὶ ἐν ἀλλήλοις νοούμενα.
著作
文本
在新窗口中打开相关段落。