Ἡ ψυχὴ καὶ τὸ σῶμα ἑτεροούσια μέν εἰσιν, ὁμοϋπόστατα δέ. Τὸ οὖν ἔχειν μέλη τοῦ σώματός ἐστι, τὰ δὲ αἰσθητήρια τοῦ σώματός εἰσιν, ἡ δὲ αἰσθητικὴ δύναμις τῆς ψυχῆς, καὶ οὐ διὰ τοῦτο ὑποστατικῶς διαφέρουσιν ἀλλήλων· καὶ τῷ σώματι γὰρ φυσικόν ἐστι τὸ ἔχειν μέλη καὶ αἰσθητήρια καὶ τῇ ψυχῇ ὁμοίως φυσικόν ἐστι τὸ ἔχειν τὴν αἰσθητικὴν δύναμιν καὶ ἐνεργεῖν διὰ τοῦ σώματος· ὄργανον γὰρ τῆς ψυχῆς τὸ σῶμα. Αὕτη οὖν ἡ διαφορὰ φυσική ἐστι καὶ φύσεις ἀφορίζει. Τὸ δὲ τὸν μὲν Παῦλον φαλακρὸν εἶναι, τὸν δὲ Πέτρον δασύτριχα, τὸν μὲν σιμόν, τὸν δὲ γρυπὸν 〈ὑποστατική ἐστι διαφορὰ καὶ ὑποστάσεις ἀφορίζει〉.