Ἔτι· Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς μόνον ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν παθητὴ καὶ ἀπαθὴς ἢ τρεπτή, καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος ὁ Χριστός. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐ φύσει ἔσται παθητὴ οὐδὲ φύσει ἀπαθής, ἀλλὰ κατὰ συμβεβηκός· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ καὶ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστιν, τοῦθ᾽ ὅπερ ἐστίν, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως, καὶ οὕτω δύο φύσεων ἔσται ὁ Χριστός, ὃς οὐ φύσις ἐστίν, ἀλλ᾽ ὑπόστασις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι ἀμήχανον· ἅμα γὰρ τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι ἡ μία καὶ αὐτὴ οὐσία οὐ δύναται.