Ἁμαρτίαν δὲ οὐκ ἀνέλαβεν· οὐ γὰρ ποίημα αὐτοῦ ἡ ἁμαρτία. Ἵν᾽ οὖν ἐξορίσῃ τὴν ἐπισπαρεῖσαν ὑπὸ τοῦ ἐχθροῦ νόσον τῆς ἁμαρτίας ἐκ τῆς ψυχῆς, διὰ τοῦτο ψυχὴν μὲν καὶ τὴν ταύτης θέλησιν ἀνέλαβεν, ἁμαρτίαν δὲ οὐκ ἐποίησε, καὶ ἵνα ἐλευθερώσῃ τὸ σῶμα ἐκ τῆς φθορᾶς καὶ τῆς ὑπουργίας τῆς ἁμαρτίας, καὶ σῶμα ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ τὰς ἐπὶ τῇ πρώτῃ παραβάσει τιμωρίας, ἵνα τὸ καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν ἀποτίσας ὄφλημα ἐλευθερώσῃ ἡμᾶς τῆς κατακρίσεως· δοῦλος γὰρ ἐλευθερῶσαι δοῦλον οὐ δύναται. Διὰ τοῦτο αὐτὸς ὡς ἀναμάρτητος ἐλεύθερος ὢν καὶ μήτε θανάτῳ μήτε τινὶ ἑτέρῳ ὑποκείμενος ἐπιτιμίῳ τὰ ἡμῶν ὑπὲρ ἡμῶν ἀνεδέξατο ἐπιτίμια καὶ ὑπὲρ ἡμῶν ἀπέθανεν, ἵνα δῷ «ἐξουσίαν» τοῖς λαμβάνουσιν αὐτὸν «τέκνα θεοῦ γενέσθαι» καὶ τὴν ἀφθαρσίαν αὐτοῖς χαρίσηται καὶ τὸν ἰσάγγελον καὶ ἄλυπον καὶ ἄμοχθον βίον ἐν τῇ παλιγγενεσίᾳ ἐν τῷ μέλλοντι αἰῶνι δωρήσεται· δεῖ γὰρ πρῶτον ὑπομεῖναι τὰ τοῦ πρώτου Ἀδάμ, ἐξ οὗ καὶ τὴν γένεσιν ἐσχήκαμεν, καὶ οὕτω τυχεῖν τοῦ δευτέρου Ἀδὰμ τῶν δωρεῶν.