阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Στοιχειώδης διδασκαλία

Ἰωάννης ὁ Δαμασκηνός

Προοίμιο

Εισαγωγική προσευχή και δήλωση του σκοπού της συγγραφής του έργου προς τον επίσκοπο Λαοδικείας Ιωάννη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 1 από 5

Εἰσαγωγὴ δογμάτων στοιχειώδης ἀπὸ φωνῆς Ἰωάννου ταπεινοῦ μοναχοῦ πρὸς Ἰωάννην τὸν ὁσιώτατον ἐπίσκοπον Λαοδικείας. 〈Προοίμιον〉 Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς μιᾶς τρισυποστάτου καὶ προσκυνητῆς θεότητος, τῆς ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τοῦ ἑνὸς θεοῦ, παρ᾽ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν εἰς ἡμᾶς κάτεισιν, ἀνοίγω τὰ μογγίλαλα καὶ βραδύγλωσσα χείλη ὁ ἁμαρτωλὸς καὶ τάλας ἐγώ, πεποιθὼς ἐπ᾽ αὐτῷ, ὡς διὰ τὴν τῶν αἰτησάντων τὸν λόγον ταπείνωσιν καὶ τῶν ἀκουόντων ὠφέλειαν δώσει πνεῦμα σοφίας καὶ λόγον ἐν ἀνοίξει στόματός μου ὁ τῆς χάριτος κύριος καὶ πάντων τῶν ἀγαθῶν ταμιείας ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.