阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Παραμυθητικὸς πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Προοίμιο και επιστολικός χαιρετισμός προς τους μοναχούς της Κρήτης

Ο Ιωσήφ Βρυέννιος απευθύνει χαιρετισμό προς τους πνευματικούς του αδελφούς, διαβεβαιώνοντάς τους για την καλή του κατάσταση και την εσωτερική του ειρήνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 6

Τοῦ αὐτοῦ πρὸς τοὺς αὐτοὺς [Κρῆτας] παραμυθητικός. Τοῖς ἐν Κρήτῃ ἐν Θεῷ πατρὶ ἠγαπημένοις μοι καὶ ἐν Κυρίῳ Ἰησοῦ φίλοις καὶ ἐν ἁγίῳ πνεύματι ἀδελφοῖς, Ἰωσὴφ μοναχὸς ὁ Βρυέννιος σωτηρίαν, ἣν ἡ πανταιτία τριὰς τοῖς ταύτῃ γε πειθαρχοῦσι δωρεῖται.

Ὑγιαίνω ὑμῖν καὶ αὐτὸς καὶ διάγω, τοῦ Θεοῦ χορηγοῦντος, ὡς ἂν αὐτοὶ εὔξοισθε. Τὸ γὰρ τῶν τοῦ παρόντος βίου κινδύνων ἀπαλλαγέντα ζῆν ἐν λόγοις καὶ πρὸ τῶν λόγων τῷ τοῦ Θεοῦ ζῶντι Λόγῳ διὰ τῆς ἐκείνου ἑνοῦσθαι χάριτος, νῦν μὲν ἐκείνῳ διαλεγόμενον, νῦν δὲ ὑπὲρ αὐτοῦ τοῖς ἄλλοις, εὐδαίμονά μοι καθίστησι τὸν βίον καὶ πάσης μεστὸν εὐφροσύνης· δι’ ὃ μέντοι γινώσκω ἐπὶ τῇ ἐμῇ ἀναχωρήσει λυπουμένους ὑμᾶς καὶ ἀσχάλλοντας.