Ὁρᾶτε ὅσον ἀπεῖχον καὶ ἔτι διέστηκα τῆς ὑμῶν διαθέσεως. Ὑμεῖς μὲν γὰρ καὶ ζῆν με παρ’ ὑμῖν καὶ τιμᾶσθαι ἐβούλεσθε. Αὐτὸς δ’ ὡς τῆς οὐρανίου βασιλείας ἐκπεσών, τὸ μὴ φθάσαι τότε θανεῖν ἥγημαι, καὶ εἰσέτι, τοῦδε χάριν διαμένω περίλυπος. Εἰ δὲ διὰ τὴν ἐκ τῶν λόγων προσγενομένην ὠφέλειαν, πρόσωπον πρὸς πρόσωπον ἀλλήλους ἐνορῶμεν καὶ καταμανθάνομεν τὰ πρώην κεκρυμμένα, παρασκευάζεσθε γοῦν, ὡς ἤδη παρήγγειλα, ἵνα καὶ ζῶντες ἐνταῦθα καὶ μεταστάντες ἐντεῦθεν καὶ ἀναστάντες ἐν Κρίσει, ἀλλήλων ὦμεν ἀχώριστοι καὶ Θεοῦ. Ἵστασθε στεῤῥοὶ ἐν τῇ πίστει. Φοβεῖσθε τὸν Κύριον. Τῆς ἐλεημοσύνης ἐπιμελεῖσθε. Ἔργῳ ἀλλήλους εἰς ἀγαθὸν ἀγαπᾶτε καὶ μνημονεύοντες τῆς ἐμῆς ψυχῆς ἐν ταῖς προσευχαῖς. Τοῖς τὰς συνεισάκτους ἔχουσι μὴ συγκοινωνεῖτε· ὅτι δεῖ καὶ θεοστυγοῦς ζωῆς οὕτως ἀπέχεσθαι, ὡς θεαρέστου βίου ἐπιμελεῖσθαι. Μὴ λάθωμεν. ἑαυτοῖς περιπίπτοντες.