ΜΑΞ. Τίνι τρόπῳ ἡ μαγνῆτις ἕλκει τὸν σίδηρον;
ΙΩΣ. Ὑπὲρ ἡμᾶς εἶ, καὶ ὑπὲρ ἀπόδειξιν εἴη τὸ ἐρώτημα.
ΜΑΞ. Τί δήποτε;
ΙΩΣ. Ὅτι τῶν προβλημάτων τὰ μὲν αὐτόθεν ἐστὶ πιστὰ καὶ γνώριμα, πάσης ἀμφιβολίας καὶ ζητήσεως ἄγευστα, ὡς τό, διατί τὸ πῦρ καίει; καὶ τὸ ὕδωρ ψύχει; τὰ δὲ ἄλυτα παντελῶς τοῖς ἀνθρώποις, καὶ Θεῷ μόνῳ, ἢ καὶ ἀγγέλοις γνώριμα, ὡς τό, πῶς ὁ Θεὸς οὔτε ἐγένετο, οὔθ’ ἑαυτὸν ἐποίησε; τὰ δὲ μέσην ἔχοντα τάξιν, ὡς τό, διατί τὰ ἄχυρα καὶ θερμὸν ὕδωρ φυλάττει, καὶ χιόνα τὴν ψυχράν; οὖ λύσις διὰ τὸ ἄποια εἶναι, καὶ θᾶττον συμμεταβάλλεσθαι, αἷς ἂν ποιότησιν ὁμιλήσωσιν. Ἐκ τῶν οὖν παρ’ ἡμῖν ἀλύτων ἐστὶν ὃ προέτεινας· τῶν δὲ ἀπόρων ἐρωτήσεων, ἀνάγκη καὶ τὰς ἀποκρίσεις ἀπόρους εἶναι.