ΑΣΕΒΗΣ. Νῦν ἔγνων ἐναργῶς, ἤδη πεπληροφόρημαι, μηκέτι κοπία.
ΕΥΣΕΒΗΣ. [80] Οὐκ ἀποστήσομαι, ἕως ἂν ἐκ περιουσίας ἐναργέστερον τοῦτο διδάξω σε. τρεῖς ἡμεῖς καὶ οὐχ εἷς, ὅτι τοῦ ἑνὸς ἡμῶν ἐπινοουμένου ἢ ὑφισταμένου ἢ ἀναιρουμένου, οὔτε συνεπινοοῦνται οὔτε συνυφίστανται οὔτε συναναιροῦνται οἱ λοιποί. εἷς δὲ θεὸς τὰ τρία τῶν θείων προσώπων, οὐ τρεῖς, ὅτι Πατρὸς ἐπινοουμένου, εὐθὺς συνεπινοεῖται τούτῳ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τοῦ Υἱοῦ ὑφισταμένου ταῖς ἐπινοίαις, Πατὴρ ἅμα συνυφίσταται τούτῳ καὶ ὁ Παράκλητος καὶ τοῦ Παρακλήτου ἀναιρουμένου τῇ ἐπινοίᾳ, συναναιρεῖται τούτῳ αὐτίκα Πατὴρ ὁμοῦ καὶ Υἱός. πάλιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ ἁγία Τριάς, ὁ Θεὸς ἡμῶν, εἷς ἐστι θεὸς καὶ οὐ τρεῖς καὶ ὅτι ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Παρακλήτῳ ὁρᾶται καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Παρακλήτῳ ὑπάρχει καὶ ὅλος ὁ Παράκλητος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατοπτεύεται καὶ ἑνὶ λόγῳ, ὅλα ἐν ὅλοις ἐστίν. ἡμεῖς δὲ τρεῖς ἄνθρωποι καὶ οὐχ εἷς, ὅτι οὐδεὶς ἡμῶν θεωρεῖται ἐν τῷ ἑτέρῳ, ἀλλὰ μόνον καθ’ ἑαυτόν ἐστιν ἕκαστος. καὶ οὔπω λέγω ὅτι ἡμεῖς μὲν καὶ τόποις διιστάμεθα καὶ τρόποις διαφέρομεν ἀλλήλων καὶ χρόνοις καὶ πλείοσιν ἄλλοις, τὰ θεῖα δὲ πρόσωπα, πρὸς τῷ μηδενὶ τῶν εἰρημένων ὑποκεῖσθαι, ἄκρᾳ καὶ ἀρρήκτῳ ἑνώσει συνδέδενται.