Μᾶλλον δὲ τίς ἐστιν ἡ ἐν τούτοις ἀλήθεια; Δίδαξόν με μαθεῖν ἐπειγόμενον.
ΑΠΟΚΡΙΣΙΣ Τοῦτο ζήτημά ἐστιν ἓν τῶν μεγάλων, ἀγαπητέ. Διὰ τοῦτο καὶ γὰρ ἡ πέμπτη τῶν οἰκουμενικῶν συγκεκρότηται σύνοδος καὶ πάντας τοὺς τὰ αὐτὰ φρονοῦντας ἐκείνῳ ἀνεθεμάτισε. Τοῦτο περιλήρημα Ὠριγένους ἐστὶ τοῦ ἀδαμαντίνου, ὃς ἐφλυάρει προὔπαρξιν καὶ ἀποκατάστασιν, ὃν ἡ ῥηθεῖσα σύνοδος ἀνεθεμάτισε λέγοντα ὅτι ἐν τῇ συντελείᾳ τῶν αἰώνων πᾶσα ἡ κτίσις ἀναλύσει εἰς τὸ μὴ ὃν καὶ ὥσπερ ἄρα ὑπῆρχε πρὸ τοῦ γενέσθαι ἐν τῷ Θεῷ, οὕτω πάλιν ἀποκαταστήσεται ἐν αὐτῷ τῷ Θεῷ καὶ μόνος μενεῖ Θεός, τὰ δὲ πάντα οἰχήσεται. ἀλλὰ ταῦτα μὲν αἱρετικῶν εἰσιν ἔμετοι καὶ ναυτίαι. Τῇ δὲ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ τοὐναντίον ἅπαν δοκεῖ. Ὅτι γέγονε μὲν ἐκ τοῦ μὴ ὄντος ἅπαντα εἰς τὸ εἶναι διὰ τὸν ἄνθρωπον· διὰ δὲ τοῦ ἀνθρώπου παράβασιν ὑπόκεινται πάντα φθορᾷ, ἀλλὰ φθορᾷ προσκαίρῳ, οὐκ ἀπωλείᾳ οὐδ’ ἀφανισμῷ παντελεῖ. Ἀλλαγήσεται γὰρ πάντα, τουτέστιν ἀλλοιωθήσεται ἀπὸ τοῦ εἶναι φθαρτὰ καὶ τρεπτὰ εἰς τὸ εἶναι ἄφθαρτα, ἄτρεπτα καὶ ἀνάλωτα, ὥσπερ ἄρα καὶ ὁ δι’ ὃν ταῦτα συνέστη, ὁ ἄνθρωπος. Καὶ τοῦτο καὶ οἱ τῆς Παλαιᾶς προφῆται καὶ οἱ τῆς Νέας Διαθήκης διδάσκαλοι σαφῶς διδάσκουσι.