Πρὸς Νικόλαον ἐπιστολή Τῷ πολυποθήτῳ τέκνῳ Νικολάῳ
Ἐπειδήπερ πρώην πολὺς ἦς φροντίζων περὶ τῆς ἑαυτοῦ σωτηρίας καὶ πολλὴν ἔχων μέριμναν περὶ τῆς κατὰ Θεὸν ζωῆς, ἀντέβαλες ἡμῖν τὰ καθ’ ἑαυτὸν διηγούμενος, δι’ οἵων πόνων καὶ ὁρμῇ ζεούσῃ ἔμελλες προσκολλᾶσθαι τῷ Κυρίῳ, δι’ ἀκριβοῦς πολιτείας καὶ ἐγκρατείας καὶ πάσης κακοπαθείας, ἀγρυπνίας τε πολλῆς καὶ συντόνου προσευχῆς ἀγωνιζόμενος, οἷοί τε πόλεμοι καὶ ἑσμοὶ σαρκικῶν παθῶν ἐν τῇ σωματικῇ φύσει ἀναρριπίζονται καὶ κατὰ τῆς ψυχῆς ἐπεγείρονται ἐκ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, περισσοτέρως δὲ παρενοχλεῖσθαι ἀπωδύρου ὑπὸ τοῦ τῆς ὀργῆς καὶ ἐπιθυμίας πάθους· καὶ μέθοδόν τινα καὶ λόγους παραινέσεως ἐπεζήτεις, οἵοις τε πόνοις καὶ ἀγῶσι χρησάμενος ἀνώτερος τῶν προειρημένων ὀλεθρίων παθῶν καταστῆναι δυνήσῃ. Καὶ ἐν μὲν τῷ καιρῷ ἐκείνῳ, ὅσον ἦν δυνατόν, κατὰ πρόσωπον τῇ ἀγάπῃ σου παρῃνέσαμεν, τὰ ψυχωφελῆ νοήματα καὶ φρονήματα ὑποτιθέμενοι καὶ ἀποδεικνύοντες οἵοις πόνοις καὶ τόνοις ἀσκητικοῖς, μετὰ συνέσεως καὶ πεφωτισμένης γνώσεως, λογικῶς κατὰ τὸ Εὐαγγέλιον πολιτευσαμένη ψυχή, διὰ πίστεως χάριτι βοηθουμένη δύναται περιγενέσθαι τῶν ἔνδοθεν τῆς καρδίας βρυόντων κακῶν, ἐξαιρέτως δὲ τῶν προειρημένων παθῶν.