Εἰς τὸν Μελχισεδέκ
Ὁ Κύριος τὸν μὲν κόσμον ἀγρῷ, τὸ δὲ τῆς ἀληθείας κήρυγμα σπόρῳ παρεικάσας, σῖτον μὲν ἐν πρώτοις ἐσπάρθαι λέγει, ὕστερον δὲ ζιζάνια, ὡς ἐκ τούτου δυνατὸν ἡμῖν ἐπιγνῶναι ὅτι τὰ μὲν μετὰ τὴν ἀποστολικὴν παράδοσιν ἐπινενοημένα φρονήματα περιττή τίς ἐστι καὶ δαιμονιώδης ἐπισπορά. Τῶν γὰρ ἁγίων αὐτοῦ μαθητῶν μηδὲν ὑπολειψάντων τῆς ἀληθείας, καὶ τοῦ ἁγίου Παύλου μηδὲν ὑστερηκότος τῶν ὑπερλίαν ἀποστόλων ἀλλ’ ὥσπερ σίτῳ τὸν κόσμον κατεσπαρκότος τῷ λόγῳ, τινὲς ἑτερόφρονες ζιζανίων δίκην ἀνακύψαντες ἐπέκεινα τοῦ σίτου πειρῶνται ὑπερεκτείνεσθαι μυστικώτερα τῶν ἀποστόλων, ὡς οἴονται, διδάσκειν ἐπιχειρήσαντες. Τὸν γὰρ Μελχισεδὲκ φύσει Θεὸν ὄντα οὐκ ἐκήρυξαν ἐκεῖνοι, ὡς οὗτοι κηρύττουσιν· οὐ μὴν ἀλλὰ καὶ τοιαῦτά τινα συνεισφέρουσι νοήματα, ὡς καὶ τὰς ὑπὲρ ἡμῶν γεγενημένας τοῦ Κυρίου οἰκονομίας εὐτελίζεσθαι.