Ἀλλὰ τί φασι πρὸς ἡμᾶς;
Πῶς οὖν πάντες διδάσκουσιν ἐν ταῖς ἐκκλησίαις καθάπερ καὶ σὺ ὧδε σήμερον;
Γνώτωσαν δὲ ὅτι πάντες οἱ διδάσκοντες τὰ τῶν ἀποστόλων ὡς τέλεια βεβαιοῦσιν, οὐδεὶς δὲ καινοτομεῖ ὡς μηδέπω κεκηρυγμένα καθάπερ ἐκεῖνοι ποιοῦσιν· εἰ δὲ καί ποτέ τις πλανηθεὶς ἀκουσίως ὑφοραθῇ, πάντως ἢ ἐπιτιμηθεὶς ἐπιστρέφει, ἢ τὸ ψεῦδος αἱρετισάμενος, μετὰ τῶν ἔξω λογισθήσεται, ὅπερ εἰκὸς καὶ ἐν τούτοις παθεῖν. Καὶ ἐν τούτῳ δὲ ἔστι δοκιμάσαι τὴν ἀφροσύνην αὐτῶν, ὡς πάσης αἱρέσεως πονηρότεροι τυγχάνουσιν. Ἀφορισθέντες γὰρ ἀπὸ τῶν ἁγίων ἐπισκόπων καὶ ἀναθεματισθέντες, ὅπου ἀγνοοῦνται καὶ κοινωνοῦσι λάθρα καὶ συνάγονται, τουτέστιν ὃ προειρήκαμεν, ὅτι καὶ τὸ μυστήριον τοῦ Χριστοῦ καὶ τὴν οἰκονομίαν εὐτελίζουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλ’ εἰ καί ποτε διὰ τῆς ἐπιπλάστου εὐλαβείας πιστοποιῆσαι ἑαυτοὺς δυνηθῶσι παρ’ ἐπισκόποις ἢ περιοδευταῖς, εὐθέως τοὺς ὄντως πιστοὺς καὶ ὀρθοδόξους διαβάλλουσι λαθραίως ὡς κακόφρονας καὶ μισεῖσθαι ἢ διώκεσθαι παρασκευάζουσιν. Ἀλλ’ ὁ ἐπιστάμενος τοὺς λογισμοὺς τῶν ἀνθρώπων περιτρέπει αὐτῶν τὴν πανουργίαν· καὶ φανεροποιήσας αὐτούς «εἰς βόθρον ὃν εἰργάσαντο» παραχωρεῖ ἐμπεσεῖν, κατὰ τὸ γεγραμμένον.