Ἔργον
Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν
Τελικές παραινέσεις, διευκρινίσεις και δοξολογία
Καταληκτήριες προτροπές για εγρήγορση έναντι της ραθυμίας, απαντήσεις σε ερωτήματα για το θέλημα της σαρκός και τελική δοξολογία.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Τελικές παραινέσεις, διευκρινίσεις και δοξολογία
Καταληκτήριες προτροπές για εγρήγορση έναντι της ραθυμίας, απαντήσεις σε ερωτήματα για το θέλημα της σαρκός και τελική δοξολογία.
Πρὸ πάντων παρακαλῶ ὑμᾶς, ἀδελφοί, ἀκριβῶς προσέχειν τοῖς εἰρημένοις, ἵνα μὴ καὶ ἡμεῖς ἀνωφελῶς τοὺς ὑπὲρ τῶν λόγων πειρασμοὺς ὑπομείνωμεν, καὶ ὑμεῖς διὰ ῥᾳθυμίαν τὰ εἰρημένα λήθῃ παραδώσητε. Ἡ γὰρ λήθη ῥᾳθυμίας θυγάτηρ, ἀμφότερα δὲ ἀπιστίας ἔγγονα τυγχάνει.
Πρὸς ταῦτα ἀπεκρίθησαν οἱ ἀδελφοί· Προθυμότερος ἔσο περὶ τὴν διήγησιν, ὦ Πάτερ· ἡμεῖς γὰρ οἴδαμεν ἃ ἠκούσαμεν, βεβαιούμενοι παρὰ τῆς θείας Γραφῆς ταῦτα λεγούσης ὅτι ἐκτὸς δικαιοσύνης Θεοῦ οὐδὲν τῶν ἀκουσίων τοῖς ἀνθρώποις συμβαίνει, εἰ καὶ τὴν μυστικὴν τῶν συμβάσεων συνδρομὴν καὶ ἁρμόνιον ἔπειξιν ἄνθρωποι ὄντες οὐ καταλαμβάνομεν, καθὼς καὶ αὐτὸς προείρηκας. Διὸ περὶ τῶν εἰρημένων ἄφροντις γενόμενος εἰπὲ ἡμῖν λοιπὸν τί ἐστι τὸ θέλημα τῆς σαρκὸς καὶ πῶς ἐκτὸς τοῦ νοὸς ὑφέστηκεν. Ὁ γὰρ σχολαστικὸς ἐρώτησε μόνον εἰ ἔστι· τὸ δὲ πῶς ἢ τί ἐστιν οὐκ ἐπύθετο.
Πρὸς ταῦτα ὁ ἀσκητὴς ἔφη· Θέλημα σαρκός ἐστιν ἡ φυσικὴ τοῦ σώματος κίνησις μετὰ τῆς ἑπομένης χωρὶς λογισμοῦ πυρώσεως· ἅπερ δι’ ὕπνου καὶ τῆς τῶν μελῶν ἀνέσεως ἰσχὺν λαμβάνει. Περὶ ὧν φησιν ὁ ἅγιος Πέτρος· «Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος.» Καὶ ὁ μακάριος Παῦλος περὶ αὐτῶν ἔφη· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός.» Διὸ καὶ παραγγέλλει λέγων· «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.» Ταῦτα δὲ εἰρήκασιν ἀσυνδιάστους ἡμᾶς πρὸς τὰς τοιαύτας κινήσεις εἶναι βουλόμενοι.
Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
著作
文本
在新窗口中打开相关段落。