Μάτην ἄρα Λατῖνοι τὴν ὑπόστασιν τοῦ Υἱοῦ προσεχῆ αἰτίαν τοῦ Πνεύματος τίθενται.
μεʹ. Ὅταν οἱ Λατῖνοι λέγωσι τὸν Πατέρα μὴ προσεχῆ αἴτιον τοῦ ἁγίου Πνεύματος, ἐρώμεθα τούτους, πότερον διὰ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον λέγουσιν αὐτὸν καὶ τοῦ Πνεύματος αἴτιον, ἢ διὰ τὸ καὶ αὐτόν τι συμβάλλεσθαι παρ’ ἑαυτοῦ πρὸς τὸ εἶναι τῷ Πνεύματι; Εἰ μὲν οὖν διὰ τὸ εἶναι τοῦ Υἱοῦ αἴτιον λέξουσι, δῆλον ὅτι αὐτὸς οὐ κυρίως ἐστὶ τοῦ Πνεύματος αἴτιος· τοιοῦτον γὰρ τὸ πόρρω καὶ οὐ προσεχὲς αἴτιον, καὶ εὑρίσκεται ὁ Πατὴρ τοῦ μὲν Υἱοῦ κυρίως ὢν αἴτιος, ἅτε καὶ προσεχής, τοῦ δὲ Πνεύματος οὐ κυρίως, ἅτε οὐ προσεχής. Ἀλλὰ ταύτην τὴν θεολογίαν, ἢ θεομαχίαν εἰπεῖν μᾶλλον, οὐδέπω μέχρι καὶ νῦν ἠκούσαμεν, ἀλλ’ ἐκεῖνό γε ἀκούομεν, ὅτι ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός· μάτην δὲ καὶ ἡμῖν ἐγκαλοῦσι τὸ ἐκ μόνου τοῦ Πατρός, αὐτοὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Υἱοῦ λέγοντες. Εἰ δὲ καὶ τὸν Πατέρα συμβάλλεσθαι φήσουσι πρὸς τὸ εἶναι τῷ Πνεύματι, τί τις ἂν φαίη πάλιν πρὸς τὸν ἐσμὸν τῶν ἀναφυομένων ἀτόπων; Δύο τε γὰρ ἐντεῦθεν ἔσται τὰ αἴτια, ἐπεὶ καὶ αἱ ὑποστάσεις δύο, καὶ μεριστὸν τὸ εἶναι τῷ Πνεύματι, τὸ μὲν ἐκ τοῦ Πατρός, τὸ δ’ ἐκ τοῦ Υἱοῦ χορηγούμενον, καὶ τὸ Πνεῦμα σύνθετον, ἐξ ἀμφοῖν ἔχον τὴν ὕπαρξιν, καὶ ὅσα ἄλλα τοῖς τοιούτοις ἕπεται δόγμασιν.