Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Ὁμολογία πίστεως
Πατερικές μαρτυρίες και τελική απόρριψη της ενώσεως
Παραθέσεις από τους Πατέρες της Εκκλησίας για την ανάγκη διαφυλάξεως της πίστεως, οριστική απόρριψη της ενώσεως και καταληκτήρια προσευχή.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Πατερικές μαρτυρίες και τελική απόρριψη της ενώσεως
Παραθέσεις από τους Πατέρες της Εκκλησίας για την ανάγκη διαφυλάξεως της πίστεως, οριστική απόρριψη της ενώσεως και καταληκτήρια προσευχή.
Καὶ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος τὸ Εἴ τις εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα, «Οὐκ εἶπε», φησίν, «ἐὰν ἐναντία καταγγέλλωσιν ἢ τὸ πᾶν ἀνατρέπωσιν, ἀλλὰ κἂν μικρόν τι εὐαγγελίζωνται παρ’ ὃ παρελάβετε, κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν».
Καὶ ὁ αὐτὸς αὖθις· «Οἰκονομητέον, ἔνθα μὴ παρανομητέον». Καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς Ἀσκητικοῖς· «Φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος·
Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει, καὶ πρὸ τούτου εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τὴν φωνὴν τῶν ἀλλοτρίων»· καὶ ἐν τῇ πρὸς μονάζοντας ἐπιστολῇ· «Εἴ τινες τὴν ὑγιῆ πίστιν προσποιοῦνται ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσι, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν». Καὶ πρὸ τούτων ὁ θεοφόρος Ἰγνάτιος ἐν τῇ πρὸς τὸν θεῖον Πολύκαρπον τὸν Σμύρνης ἐπιστολῇ· «Πᾶς ὁ λέγων» φησί «παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύη, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ προβάτων φθορὰν κατεργαζόμενος».
Καὶ τί δεῖ πολλὰ λέγειν; Ἅπαντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι καὶ πᾶσαι αἱ θεῖαι γραφαὶ φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι. Τούτων οὖν ἐγὼ πάντων καταφρονήσας, ἀκολουθήσω τοῖς ἐν προσχήματι πεπλασμένης εἰρήνης ἑνωθῆναι κελεύουσι; τοῖς τὸ ἱερὸν καὶ θεῖον σύμβολον κιβδηλεύσασι καὶ τὸν Υἱὸν ἐπεισάγουσι δεύτερον αἴτιον τοῦ ἁγίου Πνεύματος; Τὰ γὰρ λοιπὰ τῶν ἀτοπημάτων ἐῶ τό γε νῦν ἔχον, ὧν καὶ ἓν μόνον ἱκανὸν ἦν ἡμᾶς ἐξ αὐτῶν διαστῆσαι. Μὴ πάθοιμι τοῦτό ποτε, Παράκλητε ἀγαθέ, μηδ’ οὕτως ἐμαυτοῦ καὶ τῶν καθηκόντων λογισμῶν ἀποπέσοιμι· τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦ ἐμπνευσθέντων μακαρίων ἀνδρῶν ἐχόμενος, προστεθείην πρὸς τοὺς ἐμοὺς πατέρας, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενος, τὴν εὐσέβειαν.
著作
文本
在新窗口中打开相关段落。