Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Λόγος πρὸς τοὺς φίλους ἐπὶ τῇ τελευτῇ
Απόρριψη κοινωνίας με τους ενωτικούς
Αυστηρή απαγόρευση συμμετοχής του πατριάρχη και των ενωτικών κληρικών στην εξόδιο ακολουθία και τα μνημόσυνά του.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Απόρριψη κοινωνίας με τους ενωτικούς
Αυστηρή απαγόρευση συμμετοχής του πατριάρχη και των ενωτικών κληρικών στην εξόδιο ακολουθία και τα μνημόσυνά του.
Λέγω δὲ περὶ τοῦ πατριάρχου, μήπως δόξῃ αὐτῷ προφάσει τάχα τιμῆς τῆς πρὸς ἐμὲ ἐν τῇ κηδείᾳ τοῦ ταπεινοῦ μου τούτου σώματος ἢ καὶ ἐν τοῖς μνημοσύνοις μου στεῖλαί τινας τῶν ἀρχιερέων αὐτοῦ ἢ τοῦ κλήρου αὐτοῦ ἢ ὅλως τῶν κοινωνούντων αὐτῷ τινα συνεύξασθαι ἢ συμφορέσαι τοῖς ἐκ τοῦ ἡμετέρου μέρους ἱερεῦσι τοῖς πρὸς τὰ τοιαῦτα προσκληθεῖσι, δοξάσας ὡς οἱῳδήποτε τρόπῳ προσίεμαι, κἂν ἐν τῷ κρυπτῷ, τὴν αὐτοῦ κοινωνίαν. Καὶ ἵνα μὴ ἡ σιωπή μου συγκατάβασίν τινα ὑπονοῆσαι παρέξῃ τοῖς μὴ καλῶς καὶ εἰς βάθος εἰδόσι τὸν ἐμὸν σκοπόν, λέγω καὶ διαμαρτύρομαι ἐνώπιον τῶν παρατυχόντων πολλῶν καὶ ἀξιολόγων ἀνδρῶν, ὡς οὔτε βούλομαι οὔτε δέχομαι τὴν αὐτοῦ ἢ τὴν τῶν μετ’ αὐτοῦ κοινωνίαν τὸ παράπαν, οὐδαμῶς, οὔτε ἐπὶ τῆς ζωῆς μου, οὔτε μετὰ θάνατον, ὥσπερ οὐδὲ τὴν γεγονυῖαν ἕνωσιν καὶ τὰ δόγματα τὰ λατινικά, ἅπερ ἐδέξατο αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ, καὶ ὑπὲρ τοῦ δεφενδεύειν ταῦτα καὶ τὴν προστασίαν ταύτην ἐμνηστεύσατο ἐπὶ καταστροφῇ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων. Πέπεισμαι γὰρ ἀκριβῶς, ὅτι ὅσον ἀποδιΐσταμαι τούτου καὶ τῶν τοιούτων, ἐγγίζω τῷ Θεῷ καὶ πᾶσι τοῖς ἁγίοις, καὶ ὥσπερ τούτων χωρίζομαι, οὕτως ἑνοῦμαι τῇ ἀληθείᾳ καὶ τοῖς ἁγίοις πατράσι, τοῖς θεολόγοις τῆς ἐκκλησίας· ὥσπερ αὖ πείθομαι τοὺς συντιθεμένους τούτοις ἀποδιΐστασθαι τῆς ἀληθείας καὶ τῶν μακαρίων τῆς ἐκκλησίας διδασκάλων.
Καὶ διὰ τοῦτο λέγω, ὥσπερ παρὰ πᾶσάν μου τὴν ζωὴν ἤμην κεχωρισμένος ἀπ’ αὐτῶν, οὕτω καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, καὶ ἔτι καὶ μετὰ τὴν ἐμὴν ἀποβίωσιν ἀποστρέφομαι τὴν αὐτῶν κοινωνίαν καὶ ἕνωσιν, καὶ ἐξορκῶν ἐντέλλομαι, ἵνα μηδεὶς ἐξ αὐτῶν προσεγγίσῃ ἢ ἐν τῇ ἐμῇ κηδείᾳ ἢ τοῖς μνημοσύνοις μου, ἀλλ’ οὐδὲ ἄλλου τινὸς τῶν τοῦ μέρους ἡμῶν, ὥστε συμφορένειν ἐπιχειρῆσαι καὶ συλλειτουργεῖν τοῖς ἡμετέροις· τοῦτο γάρ ἐστι τὸ τὰ ἄμικτα μίγνυσθαι.
著作
文本
在新窗口中打开相关段落。