Ἐγὼ, τὴν πρὸς ὑμᾶς ὁδὸν ἐρχόμενος, ὡς εἰς αὐτὸν τὸν οὐρανὸν ἀνερχόμενος διεκείμην, ἀνθρώποις τὴν ἀγγελικὴν ἐν σώματι διαγωγὴν ζηλοῦσιν ἐντεύξεσθαι προσδοκῶν, ἀνθρώποις τὴν ὑπερκόσμιον ἐν τῷ κόσμῳ φιλοσοφίαν ἐπιδεικνυμένοις, ἀνθρώποις τὰς ὑψώσεις τοῦ θεοῦ διηνεκῶς ἐν τοῖς στόμασι φέρουσι καὶ τὰς διστόμους ῥομφαίας τῆς θεωρίας καὶ πράξεως ἐν ταῖς πρακτικαῖς χερσὶ κατὰ τῶν παθῶν ἐπιφερομένοις. Ἀλλ’ ὁ πεσὼν ἐξ οὐρανοῦ Ἑωσφόρος καὶ ἡμῖν ἀεὶ φθονῶν τῆς ἐκεῖσε πορείας ἐνέκοψεν ἡμᾶς, καὶ θαυμαστὸν οὐδὲν, εἰ ἡμᾶς ἐνέκοψε τοὺς ἀχρείους καὶ μηδὲν ἀγαθὸν ἔχοντας, ὅπου γε τὸν μακάριον Παῦλον, τὸν τῆς οἰκουμένης ἥλιον, τοῦτο πεποίηκε. Πολλάκις γὰρ, φησὶ, προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.