Ἔστι γὰρ ἡ μὲν πίστις τοῦ παρόντος ἔργον αἰῶνος· διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν καὶ πάντες οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ Θεῷ.
Ἡ δὲ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν· ἐνταῦθα μὲν γὰρ ὁ φόβος αὐτῇ συνέζευκται, καὶ Παῦλος αὐτὸς φοβεῖται, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται· λυθέντος δὲ τοῦ θεάτρου καὶ τοῦ τῶν ἀγώνων καιροῦ παρελθόντος, ἕτοιμα τὰ βραβεῖα καὶ μόνον οὐκ ἐν χερσί, καὶ λοιπὸν ὁ τῆς δικαιοσύνης ἀπόκειται στέφανος. Ὅτι δὲ τῇ ἐλπίδι τὸ χαίρειν ἕπεται, καὶ τοῦτ’ αὐτὸς ὁ μέγας ἀπόστολος Παῦλος παραδηλοῖ· Τῇ γὰρ ἐλπίδι, φησί, χαίροντες. Λοιπὴ δὲ ἡ ἀγάπη, τελειοτάτη τῶν ἀρετῶν οὖσα καὶ μείζων ἁπασῶν τούτων καὶ κορυφὴ τῶν καρπῶν τοῦ πνεύματος· διὰ τοῦτο καὶ μόνη τοῦ μέλλοντος ἔργον αἰῶνος, καὶ δι’ αὐτῆς οἱ ἅγιοι συνάπτονταί τε καὶ σύνεισι τῷ Θεῷ, τῆς ἐλπίδος λοιπὸν καὶ τῆς πίστεως παρελθούσης.