Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι πρὸς Θωμᾶν
Δεύτερη απορία: Η ενανθρώπηση και η υποστατική ένωση
Χριστολογική ανάλυση για την καθ' υπόστασιν ένωση του Θεού Λόγου και αναίρεση των κακοδοξιών του Αρείου και του Απολιναρίου.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Δεύτερη απορία: Η ενανθρώπηση και η υποστατική ένωση
Χριστολογική ανάλυση για την καθ' υπόστασιν ένωση του Θεού Λόγου και αναίρεση των κακοδοξιών του Αρείου και του Απολιναρίου.
Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ πρώτου λόγου, εἰς τὸ Ἑνὶ δὲ κεφαλαίῳ, τὰ μὲν ὑψηλότερα πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν καὶ ἀνθρωπισθέντι.
Ὁ τοῦ θεοῦ Λόγος, ὅλος οὐσία πλήρης ὑπάρχων (θεὸς γάρ), καὶ ὑπόστασις ὅλος ἀνελλιπής (Υἱὸς γάρ), κενωθεὶς μὲν, σπορὰ γέγονε τῆς οἰκείας σαρκὸς, ἀρρήτῳ δὲ συλλήψει συντεθεὶς, αὐτῆς ὑπόστασις γέγονε τῆς προσληφθείσης σαρκός. Καὶ τούτῳ τῷ καινῷ μυστηρίῳ κατ’ ἀλήθειαν ἀτρέπτως ὅλος γενόμενος ἄνθρωπος, δύο φύσεων, ἀκτίστου τὲ καὶ κτιστῆς, ἀπαθοῦς τὲ καὶ παθητῆς, ὁ αὐτὸς ὑπόστασις ἦν, πάντας ἀνελλιπῶς τοὺς φυσικοὺς ὧν ὑπόστασις ἦν λόγους ἐπιδεχόμενος.
Εἰ δὲ πάντας οὐσιωδῶς ὧν ὑπόστασις ἦν τοὺς φυσικοὺς ἐπεδέχετο λόγους, αὐτῷ συνθέτῳ γενομένῳ τῇ προσλήψει τῆς σαρκὸς κατὰ τὴν ὑπόστασιν, πάνυ σοφῶς ὁ διδάσκαλος, ἵνα μὴ ψιλὰ νομισθῇ, τὰ τῆς οἰκείας σαρκὸς πάθη προσένειμεν, αὐτοῦ τὲ τῆς σαρκὸς ὑπαρχούσης, καὶ κατ’ αὐτὴν ἀληθῶς ὄντι θεῷ παθητῷ κατὰ τῆς ἁμαρτίας.
Οὐσίας τοίνυν καθ’ ἣν καὶ σαρκωθεὶς ἁπλοῦς ὁ Λόγος μεμένηκε, καὶ ὑποστάσεως καθ’ ἣν προσλήψει σαρκὸς γέγονε σύνθετος, καὶ θεὸς παθητὸς οἰκονομικῶς ἐχρημάτισε, δεικνὺς τὴν διαφορὰν ὁ διδάσκαλος, ταῦτα φησὶν, ἵνα μὴ τὰ τῆς ὑποστάσεως κατηγοροῦντες ἐξ ἀγνοίας τῆς φύσεως, λάθωμεν κατὰ τοὺς Ἀρειανοὺς θεῷ φύσει παθητῷ προσκυνοῦντες.
Οὐδὲν δὲ χεῖρον εἰπεῖν καὶ ἀνθρωπισθέντι προσέθηκεν, οὐ μόνον διὰ τοὺς Ἀρειανοὺς, ἀντὶ ψυχῆς τὴν θεότητα, καὶ τοὺς Ἀπολιναριστὰς, ἄνουν τὴν ψυχὴν δογματίζοντας, καὶ τούτῳ τῷ τρόπῳ τὸ τέλειον τῆς καθ’ ἡμᾶς τοῦ Λόγου περιτέμνοντας φύσεως, καὶ φύσει θεότητος παθητὸν αὐτὸν ποιουμένους, ἀλλ’ ἵνα καὶ δειχθῇ τέλειος ἡμῖν γεγονὼς κατ’ ἀλήθειαν ἄνθρωπος ὁ μονογενὴς θεὸς, ὡς δι’ ἐνεργοῦς φύσει σαρκὸς, νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης, αὐτουργῶν τὴν ἡμῶν σωτηρίαν, εἴπερ κατὰ πάντα χωρὶς μόνης ἁμαρτίας, ἧς οὐδεὶς τῇ φύσει παντελῶς ἐνέσπαρται λόγος, ἀλλ’ οὐ χωρὶς φυσικῆς ἐνεργείας ἀληθῶς γέγονεν ἄνθρωπος, ἧς ὁ λόγος, ὅρος τῆς οὐσίας ἐστὶν, πάντας χαρακτηρίζων φυσικῶς οἷς κατ’ οὐσίαν ἐμπέφυκεν.
Τὸ γὰρ κοινῶς τὲ καὶ γενικῶς τινῶν κατηγορούμενον, ὅρος τῆς αὐτῶν οὐσίας ἐστὶν, οὗ πάντως ἡ στέρησις, φθορὰν ἐργάζεται φύσεως, εἴπερ οὐδὲν τῶν ὄντων τοῦ φύσει πεφυκότος στερούμενον, ὅπερ ἦν μένει σωζόμενον.
著作
文本
在新窗口中打开相关段落。