Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ ἀγάπης
Πρόλογος προς τον Ελπίδιο
Εισαγωγική επιστολή σχετικά με τη συγγραφή, τη συλλογή και τον πνευματικό σκοπό των κεφαλαίων περί αγάπης.
阅读、检索和研究教父文献与圣经文本的平台
选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。
使用阅读器
快速查找 直接搜索作者、著作或圣经书卷。
详细选择 先选择来源,再选择作者、著作、章或经文段落。
研读工具 阅读时可使用译文、书签、笔记和个人外观设置。
Ἔργον
Πρόλογος προς τον Ελπίδιο
Εισαγωγική επιστολή σχετικά με τη συγγραφή, τη συλλογή και τον πνευματικό σκοπό των κεφαλαίων περί αγάπης.
ΠΡΟΛΟΓΟΣ ΠΡΟΣ ΕΛΠΙΔΙΟΝ Ἰδοὺ πρὸς τῷ περὶ ἀσκητικοῦ βίου λόγῳ καὶ τὸν περὶ ἀγάπης λόγον πέπομφα τῇ σῇ ὁσιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίων τῶν τεσσάρων εὐαγγελίων ἑκατοντάδων· οὐδὲν μὲν ἴσως ἄξιον τῆς σῆς προσδοκίας, τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλὴν γινωσκέτω ἡ σὴ ἁγιωσύνη ὅτι οὐδὲ ταῦτα τῆς ἡμῆς εἰσὶ γεώργια διανοίας· ἀλλὰ τοὺς τῶν ἁγίων πατέρων διελθὼν λόγους κἀκεῖθεν τὸν εἰς τὴν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος καὶ ἐν ὀλίγοις πολλὰ κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διὰ τὸ εὐμνημόνευτον, ἀπέστειλα τῇ σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν καὶ μόνην θηρεύειν τὴν ἐν αὐτοῖς ὠφέλειαν· τὸ δὲ ἀκαλλὲς τῶν λέξεων παραβλέπειν καὶ εὔχεσθαι ὑπὲρ τῆς ἐμῆς μετριότητος, πάσης πνευματικῆς ὠφελείας ἐρήμου.
Παρακαλῶ δὲ καὶ τοῦτο, μὴ εἰς ὄχλησιν ἡγεῖσθαι τὰ εἰρημένα. Ἐπιταγὴν γὰρ πεπλήρωκα· λέγω δὲ τοῦτο, ἐπειδὴ οἱ λόγοις ἐνοχλοῦντες πολλοί ἐσμεν σήμερον· οἱ δὲ ἔργοις παιδεύοντες ἢ παιδευόμενοι πάνυ εἰσὶν ὀλίγοι. Ἀλλὰ μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων. Οὐ πάντα γὰρ πᾶσιν, ὡς οἶμαι, εἰσὶν εὔληπτα· ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καὶ δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως γὰρ ἄν τι φανείη χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται δὲ πάντως Θεοῦ χάριτι τῷ ἀπεριέργοις ἐννοίαις καὶ μετὰ φόβου Θεοῦ καὶ ἀγάπης ἀναγινώσκοντι. Τῷ δὲ μὴ ὡφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι ἢ τούτῳ τῷ πονήματι ἢ καὶ ἄλλῳ οἱῳδήποτε, ἀλλὰ τοῦ λέξεις θηρεύειν πρὸς τὸ κακίζειν τὸν συγγραψάμενον, ἵνα ἑαυτὸν ἐκείνου δῆθεν, ὡς οἰήσει, σοφώτερον παραστήσῃ, οὐδὲν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.
著作
文本
在新窗口中打开相关段落。