Εἷς οὖν Νεστορίῳ τε τῶν Σευήρῳ περὶ τοῦ δυσσεβεῖν ὑπάρχει σκοπός, κἂν ὁ τρόπος διάφορος. Ὁ μὲν γὰρ διὰ τὴν σύγχυσιν, φεύγων τὴν καθ’ ὑπόστασιν ἕνωσιν, τὴν οὐσιώδη διαφορὰν προσωπικὴν ποιεῖται διαίρεσιν· ὁ δὲ διὰ τὴν διαίρεσιν τὴν οὐσιώδη μὴ λέγων διαφοράν, τὴν καθ’ ὑπόστασιν ἕνωσιν φυσικὴν ἐργάζεται σύγχυσιν· δέον μήτε σύγχυσιν ἐπὶ Χριστοῦ, μήτε διαίρεσιν· ἀλλ’ ἕνωσιν τῶν κατ’ οὐσίαν διαφερόντων, καὶ διαφορὰν τῶν καθ’ ὑπόστασιν ἡνωμένων ὁμολογεῖν, ἵνα καὶ τῶν οὐσιῶν ὁ λόγος, καὶ τῆς ἑνώσεως ὁ τρόπος, εὐσεβῶς καταγγέλληται· ὧν ἄμφω διαῤῥαγέντες· ὁ μέν, τὴν τῶν γνωμικῶν μόνον ποιοτήτων ἕνωσιν· ὁ δέ, τὴν τῶν φυσικῶν μόνον μετὰ τὴν ἕνωσιν ἐπικυρώσας διαφοράν, ἄμφω τῆς τῶν πραγμάτων ἀληθείας ἀπέπεσον· ὁ μέν, διαίρεσιν· ὁ δέ, σύγχυσιν τοῦ μυστηρίου τολμηρῶς κατακρίναντες.