阅读器

选择作者、著作或圣经书卷,借助译文、笔记和书签研读希腊文原始文献。

直接查找作者、著作或圣经书卷。

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Περὶ ψυχῆς

Μάξιμος ὁ Ὁμολογητής

Εισαγωγή: Σκοπός και μέθοδος της εξέτασης

Εισαγωγικές παρατηρήσεις στα ερωτήματα περί της φύσεως της ψυχής και καθορισμός της συλλογιστικής μεθόδου του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΜΑΞΙΜΟΥ ΜΟΝΑΧΟΥ ΠΕΡΙ ΨΥΧΗΣ Πρῶτον μὲν ἁπάντων ὑποθήσομαι τίνι κριτηρίῳ πέφυκεν ἡ ψυχὴ καταλαμβάνεσθαι, εἶτα δι᾽ ὧν δείκνυται ὑπάρχουσα· εἶθ᾽ ἑξῆς, εἰ οὐσία τυγχάνει οὖσα ἢ συμβεβηκός, εἶτα τούτοις ἀκολούθως εἰ ἁπλῆ ἢ σύνθετος, εἶτ᾽ αὖθις εἰ θνητὴ ἢ ἀθάνατος, τελευταῖον δὲ εἰ λογικὴ ἢ ἄλογος.

Ταῦτα γὰρ μάλιστα ἐν τῷ περὶ ψυχῆς ζητεῖσθαι εἴωθε λόγῳ, ὡς καιριώτατα καὶ δυνάμενα αὐτῆς τὴν ἰδιότητα χαρακτηρίζειν. Ἀποδείξεσι δὲ πρὸς τὴν τῶν ἐξητασμένων βεβαίωσιν, ταῖς κοιναῖς χρησόμεθα ἐννοίαις, αἷς τὸ ἀξιόπιστον τὰ ἐν χερσὶ πράγματα μαρτυρεῖν πέφυκε. Συντομίας δὲ χάριν καὶ τοῦ χρησίμου, μόνοις τοῖς πρὸς τὸ ἀναγκαῖον τοῦ ζητουμένου [οὐκ] ἔχουσι τὴν ἀπόδειξιν τανῦν χρησόμεθα συλλογισμοῖς, ὅπως ἂν σαφῆ τε καὶ εὐπερίδραστα νοήματα γενόμενα, ἑτοιμότητά τινα ἡμῖν ἐμποιεῖ πρὸς τὴν τῶν ἀνθισταμένων ἀπάντησιν. Ἀρξώμεθα οὖν τοῦ λόγου ἐντεῦθεν.